[ ] SDAW 1904, 917-31
See also:
a.1 ․ν τῶ[ν εὐπ]ορωτάτων. τὴν δὲ ἀπόδειξιν ποιείσθω[σαν]
τοῦ μηνὸς τοῦ Κρονιῶνος ἐν τῆι δευτέραι τῶν ἐκ[κλησι]-
ῶν. συναγέτωσαν δὲ τὴν ἐκκλησίαν οἱ πρυτάνει[ς ἐν τῶι]
θεάτρωι καὶ κελευέτωσαν τοὺς ἐκκλησιάζοντα̣[ς κα]-
5 τὰ χιλιαστὺν καθίζειν, σημεῖα ποιήσαντες καὶ τ[όπον]
διορίσαντες ἑκάστηι τῶν χιλιαστύων· ὃς δ’ ἂν ἀπει-
θῆι καὶ μὴ καθίζη ἐν τῆι ἑαυτοῦ χιλιαστύι, ζημιούτω-
σαν στατῆρι πατρίωι. ἐὰν δὲ ἀδίκως ἐζημιῶσθαι φῆι,
παραγραψάσθω, καὶ ἡ κρίσις γινέσθω ἐν τῶι πολιτικῶι δι-
10 καστηρίωι ἐν ἡμέραις εἴκοσι. γινέσθω δὲ καὶ ἡ προβολὴ{ι}
καὶ ἡ χειροτονία ὑπ’ αὐτῶν τῶν χιλιαστήρων. ἐν ταύτηι
δὲ τῆι ἐκκλησίαι δοκιμαζέτωσαν αἱ χιλιαστύες καὶ τὰ
ὑποθήματα καὶ τοὺς ἐγγύους. ἃ δ’ ἂν δοκιμάσωσιν ὑ-
ποθέματα καὶ οὓς ἂν δοκιμάσωσιν ἐγγύους καταγρα-
15 φέτωσαν οἱ πρυτάνεις εἰς τὰ δημόσια γράμματα. ὁ-
μοίως δὲ καὶ τοὺς ἀποδειχθέντας μελεδωνοὺς κατα-
χωριζέτωσαν εἰς τὰ δημόσια γράμματα. ὅταν δὲ [ἡ]
χειροτονία μέλλη γίνεσθαι, ὁ τῆς πόλεως κῆρυξ ἐπε[υ]-
ξάσθω, τοῖς χειροτονήσασιν οὓς νομίζουσιν βέλτιστα̣
20 προστήσεσθαι τῶν χρημάτων ἄμεινον εἶναι. οἱ δὲ ἀπο-
δειχθέντες εἰσπρασσέτωσαν τὸν τόκον παρὰ τῶν δε-
δανεισμένων καὶ διαγραφέτωσαν τοῖς ἐπὶ τοῦ σίτου κε-
χειροτονημένοις ἀνδράσιν. ἐκεῖνοι δὲ ἀγοραζέτωσαν
σῖτον τὸν ἀπὸ τῆς εἰκοστῆς ἀπομετ<⁶¹<ρούμε>>⁶¹[⁵¹]⁵¹νον
25 τῆς ἐξ Ἀναίων, διδόντες τῆι θεῶι τιμὴν μὴ ἐλάσσονα
ἧς πρότερον ὁ δῆμος τέταχεν <δραχμὰς> πέντε καὶ δύ’ ὀβο-
λούς. τὸ δὲ ὑπεραῖρον ἀργύριον, ἐὰμ μὲν μὴ δόξη τῶι δή-
μωι σιτωνεῖν, τηρείτωσαν αὐτοὶ μέχρι ὅτου ἕτεροι ἀποδει-
χθῶσιν ἐπὶ τοῦ σ̣ίτου· εἶτεν διαγραφέτωσαν ἐκείνοις. ἐὰν δὲ
30 δόξηι σ̣ιτωνεῖν, ἀποδιαγραφέτωσαν παραχρῆμα τῶι κε-
χειροτονημένωι σιτώνῃ. ἐκεῖνος δὲ ἀγοραζ̣έτω τὸν σῖ-
τον ἐκ τῆς Ἀναιείτιδος χώρας ὃν τρόπον ἂν νομίζῃ
λυσιτελέστατα καταστήσειν τῆι πόλει, ἐὰμ μή ποθεν ἄλλο-
θεν λυσιτελέστερον φαίνηται τῶι δήμωι σιτωνεῖν. εἰ δὲ μή, γε-
35 νέσθω ὃν τρόπον ἂν δόξη τῶι δήμωι. προτιθέτ[ω]σαν δὲ περ[ὶ]
τούτου καθ’ ἕκαστον ἐνιαυτὸν οἱ πρυτάν[εις] ο[ἱ τὸ]ν μῆνα τὸν
Ἀρτεμισιῶνα πρυτανεύοντες, ποιησάμενοι προγραφήν. ἀ-
ποδεικνύτω δὲ ὁ δῆμος καθ’ ἕκαστον ἐνιαυτὸν ἐν τῆι πρώτῃ
τῶν ἀρχαιρεσιῶν μετὰ τὸ καταστῆσαι τὰς χειροτονητὰς̣
40 ἀρχὰς ἄνδρας δύο, ἐξ ἑκατέρας φυλῆς ἕνα, τοὺς ἐσομέ-
νους ἐπὶ τοῦ σίτου, μὴ ἐλάσσονα οὐσίαν ἔχοντα ἑκάτερον
ταλάντων τριῶν. οὗτοι δὲ παραλαβόντες τὸν τόκον παρὰ
τῶν μελεδωνῶν διδότωσαν τὴν τιμὴν τοῦ σίτου καὶ ἐ-
άν τι ἄλλο δαπάνημα γίνηται, παραμετρείσθωσαν δὲ
45 κ̣αὶ τὸν σῖτον. ἀποδεικνύτω δὲ καὶ σιτώνην ὁ δῆμος ἐν
<⁶¹v2>⁶¹[⁵¹τῆι]⁵¹ τῆι αὐτῆι ἐκκλησίαι, μὴ ἐλάσσονα οὐσίαν ἔχοντα τα-
λάντων δύο. γινέσθω δὲ, ἐὰν δόξηι, καὶ μίσθωσις τοῦ ἀρ-
γυρί̣ου τοῦ ἐκ τοῦ τόκου, ἐάν τινες βούλωνται ὑποθέμα-
τα δόντες ἀξιόχρεα καὶ διεγγυήσαντες προλαβεῖν
50 καὶ λυσιτελέστερον καταστῆσαι τὸν σῖτον. τὴν δὲ δ[ι]-
εγγύησιν ποιείσθω̣σαν οἱ ἄνδρες οἱ χειροτονηθέντες ἐπ[ὶ]
τοῦ σίτου κινδύν[ω]ι τῶ̣ι ἐαυτῶν. τὸν δὲ συναγορασθέν-
τα πάντα διαμετρείτωσαν τοῖς πολίταις κατὰ χιλι-
αστὺν τοῖς ἐπιδημοῦσιν, μετροῦντες ἑκάστωι τὸμ μῆ-
55 να δωρεὰν μέτρα δύο. ἀρχέσθωσαν δὲ τῆς διαμετρήσ[ε]-
ως μηνὸς Πελυσιῶνος καὶ μετρείτωσαν ἑξῆς ἐφ’ ὅσους
ἂ̣ν̣ ἐ̣κποιῆι μῆνας· ἑτέρ<ω>ι δὲ ὑπὲρ ἑτέρου μὴ μετρείτωσ[αν]
ἐὰμ μή τις ἀρρωστῆι· ποιείσθωσαν δὲ τὴν μέτρησιν ἀπὸ
νουμηνίας ἕως δεκάτης, τοῖς δὲ ἀποδημοῦσιν ἐὰν ἔλθω-
60 σιν ἕως τριακάδος. ἀποδιδότωσαν δὲ λόγον καθ’ ἕκαστον
μῆνα τῶμ μετρησαμένων ἐπὶ τὸ ἐξεταστήριον γράφοντες̣
κατὰ χιλιαστὺν καὶ προστιθέντες τὰ ὀνόματα τῶν μετρη-
σαμένων. ἐξουσία δὲ ἔστω τοῖς χιλιαστῆρσιν τὸν αὐτὸν με-
λεδωνὸν ἀποδεικνύειν ἐφεξῆς ἐφ’ ἕτη πέντε. ἐὰν δέ τις τῶν
65 δανεισαμένων μὴ ἀποδιδοῖ τὸ ἀργύριον ἢ πᾶν ἢ μέρος τι, τὸ ὑ-
πόθεμα ἀποδόσθω ἡ χιλιαστύς, καὶ ἐάν τις ὑπεροχὴ γένητα[ι]
ἀποδότω τῶι τὸ ὑπόθεμα δόντι. ἐὰν δέ τι ἐνλίπῃ, τὴν πρᾶξιν
ποιησάσθω ἐκ τοῦ ἐγγύου. τὸν δὲ τόκον διδότω τὸν ἐπιβάλλο[ν]-
τα ἡ χιλιαστὺς τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν. ἐὰν δὲ μὴ
70 δοῖ, μὴ διαμετρείσθωσαν οἱ χιλιαστῆρες τὸν ἐπιβάλλον-
τα σῖτον μέχρι ποιήσωσιν τὰ δίκαια. ἐὰν δέ τις τῶν χειροτο-
νηθέντων μελεδωνῶν λαβὼν τὸ ἀργύριον ὃ δεῖ αὐτὸν δα-
νεῖσαι μὴ δανείσηι ἀλλ’ αὐτὸς κατάσχῃ ἐπ’ ἀδικίαι, ὀφειλέτω
τῆι πόλει δραχμὰς μυρίας· ὁμοίως δὲ καὶ ἐὰν τὸν τόκον μὴ
75 ἀποδοῖ τοῖς ἐπὶ τοῦ σίτου χειροτονηθεῖσιν ἀνδράσιν ὀφειλέ-
τ̣ω τὸ ἴσον πρόστιμον, καὶ ἀναγραψάτωσαν αὐτοῦ τὴν οὐσίαν
οἱ ἐξετασταὶ τῆι χιλιαστύι πρὸς τὸ ἀργύριον ὃ καθῆκον ἦν αὐ-
τὸ̣ν ἀποδοῦναι· πρὸς δὲ τὸ πρόστιμον ἀναγραψάτωσαν ἄτιμον,
καὶ ἔστω ἕως καταβάληι ἄτιμος. μὴ διαμετρείσθωσαν δὲ μηδ[ὲ]
80 οἱ χιλιαστῆρες τὸν ἐπιβάλλοντα σῖτον οἱ ἀποδείξαντες τὸν με-
λεδωνὸν τὸμ μὴ καταβαλόντα τὰ χρήματα. ἐὰν δὲ βούλωνται ο[ἱ]
χιλιαστῆρες καταβαλεῖν τὰ χρήματα ἢ πάντες ἤ τινες αὐτῶ[ν]
πρὸς μέρος, ἃ ὁ μελεδωνὸς οὐκ ἀπέδωκεν τῆι πόλει ἢ ὁ δανεισάμ[ε]-
νος, ἐξουσία αὐτοῖς ἔστω, καὶ ὡς ἂν καταβάλωσιν διαμετρείσθ[ω]-
85 σαν τὸν σῖτον ἀφ’ οὗ ἂν καταβάλωσιν. μὴ ἐξουσία δὲ ἔσ-
τω μηθενὶ εἰς μηθὲν ἄλλο χρήσασθαι τοῖς χρήμασιν τούτοις
μ̣η̣δ̣ὲ τῶι πίπτοντι ἀφ’ αὐτῶν ἀλλ’ εἰς τὸν δωρεὰν διαμετρούμ[ε]-
νον σῖτον. ἐὰν δέ τις ἢ πρύτανις προθῆι ἢ ῥήτωρ εἴπηι ἢ ἐπιστάτη[ς]
ἐπιψηφίσηι, ὡς δεῖ προχρήσασθαι εἰς ἄλλο τι ἢ μετενεγκεῖν, ἀπο-
90 τι[ν]έτω ἕκαστος δραχμὰς μυρίας. ὁμοίως δὲ καὶ ἐὰν ταμίας ἢ με-
λεδωνὸς ἢ τῶν ἐπὶ τοῦ σίτου χειροτονηθέντων ἢ σιτώνης δῶ-
σι̣ν̣ ἢ προχρήσωσιν εἰς ἄλλο τι καὶ μὴ εἰς τὸν δωρεὰν διαμε-
τρούμενον.
b.1 Διονυσόδωρ[ος —]
Ἀρησῆς Λεοντι̣[άδου —]
Χαρίδημος Λεο[ντ—]
Δημήτριος Ἀρτ[εμ—]
5 καὶ ὑπὲρ τοῦ υἱοῦ Ἀρ[τεμ—]
Δεινίας Δώρου ἑκ̣[ατὸν καὶ ὑπὲρ τῶν υἱῶν]
Διοδώρου καὶ Δειν[ίου —]
Δημοφῶν Ἐπικούρο[υ —]
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[ούρου —]
10 Χαίριππος Χαρμίππου [—]
Εὐδικίων Αἰνέου διακο[σίας]
Εὐφραῖος Αἰνέου διακ[οσίας]
Ἄρητος Ἐρξήνορος καὶ [ὑπὲρ τοῦ υἱοῦ]
Ἀρήτου πεντακοσίας Τιμ̣[—]
15 Ἐρξήνορος ἑκατόν Ἐρξήνωρ [καὶ]
Ζώιλος Ἀρτεμιδώρου διακ[οσίας]
Χαρμίων Χαριδήμου διακοσ[ίας]
Σωτήριχος Διονυσίου ὑπὲρ αὑ[τοῦ καὶ τοῦ]
υἱοῦ Μάνδρωνος διακοσίας
20 Διονύσιος Σωτηρίχου ἑκατό[ν]
Φιλόθηρος Πολεμάρχου ἑκατ[όν]
Μόλπος Φιλίσκου διακοσίας
Δημή<⁶¹τριος>⁶¹[⁵¹]⁵¹ Ἀπολλοδώρου ἑ[κατόν]
Φιλιστίδης Ἀπολλωνίου ἑκατ̣[όν]
25 Φιλωνίδης Φιλίσκου ἑκατόν
<⁶¹Ἀσ>⁶¹[⁵¹]⁵¹κληπιάδης Ἀσκληπιάδου [—]
Μενέδημος Μενεδήμου Μυκαλε[ύς —]
Ἄρχανδρος Γονέως ἑκατόν
Πόλλις Ἀθηναγόρου ἑκατόν
30 Ἀρίσταρχος Ζωβίου διακοσία[ς]
Ἀντιχάρης Μενεδήμου ἑκατόν
Λυσανίας Λυσικλέους διακο[σίας]
Κρίτων Οὐλιάδου ἑκατόν
Θεόδωρος Θεοδώρου ἑκατ[όν]
35 Ἱππωνακτίδης Ἑρμίου ἑκατόν
Σιμίας Ἱππωνακτίδου ἑκατόν
Διογένης Ὑβλησίου ὑπὲρ αὑ[τοῦ καὶ τῶν υἱῶν]
Ὑβλησίου καὶ Θρασύλλου τε̣[τρακοσίας]
Δημήτριος Μητροδώρου [—]
40 Ἀναξίμανδρος Ἀδηρίτ[ου —]
Δημήτριος Ἐπικράτου ἑ[κατόν]
Διόδωρος Διοσκουρίδου [—]
Τίμων Καλλιγένου ἑκ[ατόν]
Φιλίσκος Κισσοῦ ἑ̣κατ̣[όν]
45 Ἀρχέαναξ Χαιριμένο[υς —]
Ἀνδρόθεμις Μένωνος [—]
Ξένων Ἑκαταίου ἑ[κατόν]
Στράτων Ἑκαταίου [—]
Ἡγησίας Ἀρτεμιδ[ώρου —]
50 Μενέμαχος Δάμω[νος —]
Σωσίβιος Σωτίωνο[ς —]
καὶ ὑπὲρ τοῦ υἱοῦ Σω[—]
Ἐπικλῆς Ἐπικλέους [—]
καὶ ὑπὲρ τοῦ υἱοῦ Ἐπικ̣[λέους]
55 Βοίσκος Πυθόλεω δι[ακοσίας]
Πρόνους Πρόνου δια[κοσίας]
Μενεκράτης Κτησιβίου [—]
Ταυρέας Μικκάλου ἑκα[τὸν]
Ἡρόδοτος Ἡροδότου [—]
60 Διαγόρας Ἀγορακρίτου [—]
Δάμων Σώσου ἑκατό[ν]
Διονύσιος Μητροδώ[ρου —]
Διόδωρος [Ε]ὐ̣ξεν̣ίδου δ[ιακοσίας]
Θεόφιλος Δάμ̣ω̣ν̣ο̣[ς] ἑκα[τόν]
65 Ζηνόδοτος [—]
Ὑβλήσιος Ζη[νο]δότ[ο]υ δ̣[ιακοσίας]
Ἀντίπατρος Ἀντιπάτ[ρου —]
Πύρρος Μανδροκλείου[ς —]
Ἀλέξανδρος Ἀριστέο̣[υ —]
70 καὶ ὑπὲρ τοῦ υἱοῦ Θεογένους δ̣ι̣[ακοσίας]
Θηραμένης Ἡροδότου διακοσ̣ί̣[ας]
Φανῆς Ἑρμίου διακοσία̣ς
Ἀπολλώνιος Εὐτύχου ἑκατόν
Δεισίθεος Θοῦ ἑκατόν
75 Διοσκουρίδης Μητροδώρου ἑκατ[όν]
[Ἰ]ατροκλῆς Μαιάνδρου ἑκατόν
[Μα]ίανδρος Ἰατροκλείους διακοσ[ίας]
[Θε]ομανδρίδης Ῥόδωνος ἑκατόν
[Ε]ὔ̣δ̣ιος Σωτέου ἑκατόν
80 Ποσείδιππος Ποσειδίππου ἑκατό[ν]
Ποσείδιππος Φιλτέω ἑκ̣α̣[τόν, καὶ]
ὑπὲρ τοῦ υἱοῦ Φιλτέω ἑκατόν
Σωσίβιος Σωτίωνος ὑπὲρ Σωσιβίου
τοῦ Ποσειδωνίου ἑκατόν
85 Ἕρμων Ἀπολλωνίου ἑκατόν
Μιννίων Μελάντα ἑκατόν.
c.1 [—]ίλου ἑκ[ατόν]
[— ἑκ]ατόν
[—ο]υ ἑκατόν
[—] ἑκατόν
5 [— πε]ντακο[σίας]
[— ἑκατ]όν
[—]ρίο[υ ἑκ]ατόν
[—]ου ἑκατόν
[—ο]υ̣ ἑκατόν
10 [—]ω̣ ἑκατόν
[—]ύ̣του διακοσίας
[—]ποντος πεντακ[οσίας]
[—]ίλου διακοσίας
[—]δώρου ἑ̣κατόν
15 [—ο]υ ἑκατόν
[—]ω̣νος ἑκατόν
[— Βουλα]γόρου πεντακοσίας
[— Βο]υ̣λαγόρου πεντακο[σίας]
[—]ίδου διακοσίας πε[ντήκοντα]
20 [—]ι̣ου διακοσίας πεντή[κοντα]
[Θρασ]υδηΐου πεντακοσίας
[— Ἀ]ρ̣ιστέου ἑκατόν
[—] Κλεοστράτου ἑκατόν
[—]του ἑκατόν
25 [—] Ἡροθέμιδος διακοσί[ας]
[—]υκλείους διακο[σίας]
[—] Ὑβλησίου ἑκατόν
[—] Μενεκλείους ἑκατ[όν]
[—] Πανταγνώτου ἑκ[ατόν]
30 [—]ς̣ Παυσανίου ἑκατό[ν]
[—]ύλος Ἡγεμονέως πε[ντακοσίας]
[—] Ἀριστέως ἑκατόν
[—]τος Ζωίλου χιλίας
[—]ροκλείους ἑκατόν
35 [— Α]ἰσχρίωνος ἑκατόν
[—]ρος <⁶¹Τιμ̣έου ἑκα>⁶¹[⁵¹[—]ος]⁵¹τόν
[—] Ἑκαταίου διακοσίας
[—θε]μις Ξενοκλείους ἑκατόν
[—δ]ωρος Βίωνος ἑκατόν
40 [Δημήτριο]ς Σωτᾶ ἑκατόν
[καὶ ὑπὲρ τῶ]ν υἱῶν Σωτᾶ ἑκατόν, Δημητρ[ίου]
[τριακοσία]ς Δημοφίλου τριακοσ[ίας]
Search Help