| 1 | [ἔδοξε τῆι βουλῆι καὶ τῶι δ]ήμωι, Ἀσπάσιος Θευπρόπου εἶπεν· ἐπ[ει]- |
| [δὴ Ἵππαρχος Ἡνιόχου Κυ]ρηναῖος ἔν τε τοῖς πρότερογ χρόν[οις] | |
| [εὔνους καὶ πρόθυμος ὢ]ν διετέλει καὶ κοινῆι τῶι δήμωι κ[αὶ ἰδί]- | |
| [αι τοῖς ἐντυγχάνουσιν τῶ]μ [πο]λιτῶν χρή[σι]μ̣ος καὶ κ[ατελη]- | |
| 5 | [λυθότων ἡμῶν εἰς τὴ]μ π̣όλιν διατρίβων π̣αρ̣ὰ̣ [τῶ]ι βασ[ιλεῖ Ἀντι]- |
| [γόνωι τὴν αὐτ]ὴν εὔνοιαν διαφυλάσσει τῶι δήμωι, νῦν̣ [τε τετα]- | |
| [γμένο]ς ἐγ Καρίαι φιλοτιμίας οὐθὲν ἐλλείπει καὶ κοινῆι τὸν vacat | |
| [δῆμ]ον εὐεργετῶν καὶ τοῖς ἀφικνουμένοις τῶμ πολιτῶν ἰδίαι | |
| χρείας παρεχόμενος, καὶ τῶν στρατευομένων παρ’ αὐτῶι πολ- | |
| 10 | λὴν πρόνοιαν ποεῖται καὶ χρείαν παρέχεται, ὧν ἂν ἕκαστοι τυγχά- |
| νωσι δεόμενοι, διαφυλάσσωμ μὲν τὴν εὔνοιαν, ἐνδεικνύμε- | |
| νος δὲ τὴν αὑτοῦ πρὸς τὸν δῆμον προθυμίαν· δεδόχθαι τῆι [βου]- | |
| λῆι καὶ τῶι δήμωι· ἐπηνῆσθαι μὲν Ἵππαρχον Ἡνιόχου προθυμ[ίας] | |
| ἕνεκε καὶ εὐνοίας ἧς ἔχων διατελεῖ περὶ τὸν δῆμον τὸν Σ̣[αμί]- | |
| 15 | ων καὶ εἶναι αὐτὸν πρόξενον τοῦ δήμου· δεδόσθαι δὲ αὐτ[ῶι καὶ] |
| πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐγγόνοις καὶ ἐπικλ[ηρῶ]- | |
| σαι αὐτὸν ἐπὶ φυλὴγ καὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γένο[ς] | |
| καὶ ἀναγράψαι καθότι καὶ τοὺς ἄλλους Σαμίους· ὑπάρχειν δ[ὲ αὐ]- | |
| τῶι καὶ ἔφοδον ἐπὶ βουλὴν καὶ δῆμον ἐάν του δέηται πρώτωι μ[ετὰ] | |
| 20 | τὰ ἱερὰ καὶ τὰ βασιλικὰ καὶ εἴσπλουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσ[πον]- |
| δεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμ̣[α] | |
| εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, ὅπως ἅ[παν]- | |
| τες εἰδῶσιν οἱ προαιρούμενοι τὴμ πόλιν εὐεργετεῖν ὅτι χάριτα[ς] | |
| ὁ δῆμος ἐπίσταται τοῖς εὖ ποιήσασιν αὐτὸν ἀποδιδόναι· τῆς δὲ | |
| 25 | ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπιμεληθῆναι τὸγ γρα[μμα]- |
| τέα τῆς βουλῆς vacat |
Samos
38