Samos 36
[ ] MDAI(A) 1919, 15-16, no. 6
See also:
1 Γύγεω τοῦ Μενεσθέως
Τορωναίου.
ἔδοξε τῶι δήμωι, Διονύσιος
Λεοντίσκου εἶπεν· ἐπειδὴ
5 [ε]ἰσαγαγὼν ἔχει Γύγης
Μενεσθέως Τορωναῖος
πυρῶν μεδίμνους τρισχιλί-
ους κατὰ τὸν νόμον, δεδό-
χθαι τῶι δήμωι· ἐπαινέσαι
10 τε αὐτὸν καὶ δεδόσθαι αὐτῶι
πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίηι
καὶ αὐτῶι καὶ ἐκγόνοις καὶ ἐπ̣[ι]-
κληρῶσαι αὐτὸν ἐπὶ φυλὴν
καὶ χιλιαστὺν καὶ ἑκατο-
15 στὺν καὶ γένος καθότι καὶ
[το]ὺς ἄλλους πολίτας.
[τὸ δὲ ψήφ]ισμα τό[δ]ε ἀναγρά-
[ψαι εἰς στήλην λιθίνην] καὶ [—]
Search Help
Contact Us