1 | ἔδοξε[ν τ]ῆι βουλῆι καὶ τῶι δή- |
μωι, Ἐπ[ί]κουρος Δράκοντος | |
εἶπεν. ἐπειδὴ Γόργος καὶ Μ- | |
ιννέων Θεοδότου Ἰασεῖς κα- | |
5 | λοὶ καὶ ἀγαθοὶ γεγένηνται |
περὶ Σαμίους ἐν τῆι φυγῆι, καὶ | |
διατρίβων Γόργος παρὰ Ἀλεξάν- | |
δρωι πολλὴν εὄνοιαν καὶ [προ]θυμί- | |
αν παρείχετο περὶ τὸν δῆμο[ν τ]ὸν Σα- | |
10 | μίων σπουδάζων, ὅπως ὅτ[ι τ]άχος |
Σάμιοι τὴμ πατρίδα κομίσαιντο, καὶ ἀ- | |
ναγγείλαντος Ἀλεξάνδρου ἐν τῶι | |
στρατοπέδωι, ὅτι Σάμον ἀποδιδοῖ | |
Σαμίοις, καὶ διὰ ταο͂τα αὀτὸν τῶν Ἑ- | |
15 | λλήνων στεφανωσάντων ἐστ- |
εφάνωσε καὶ Γόργος καὶ ἐπέστε[ι]- | |
λε εἰς Ἴασον πρός τοὺς ἄρχοντα- | |
ς, ὅπως οἱ κατοικοῦντες Σαμίω[ν] | |
ἐν Ἰάσωι, ὅταν εἰς τὴν πατρίδα κατί- | |
20 | ωσιν, ἀτελῆ τὰ ἑαοτῶν ἐξάξον- |
ται καὶ πορεία αὀτοῖς δοθήσεται, τὸ ἀ- | |
νάλωμα τῆς πόλεως τῆς Ἰασέων | |
παρεχούσης, καὶ νῦν ἐπαγγέλλον- | |
ται Γόργος καὶ Μινίων ποιήσειν ὅ τι | |
25 | ἂν δύνωνται ἀγαθὸν τὸν δῆμον τὸ- |
ν Σαμίων, δεδόκχθαι τῶι δήμωι δε- | |
δόσθαι αὀτοῖς πολιτείαν ἐπ’ ἴσηι | |
καὶ ὁμοίηι καὶ αὀτοῖς καὶ ἐκγόνοις | |
καὶ ἐπικληρῶσαι αὀτοὺς ἐπὶ φυλὴν κ- | |
30 | αὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γέ- |
νος καὶ ἀναγράψαι εἰς τὸ γένος, ὃ ἂ- | |
ν λάχωσιν, καθότι καὶ τοὺς ἄλλου- | |
ς Σαμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμε- | |
ληθῆναι τοὺς πέντε τοὺς ηἱρη- | |
35 | μένους, τὸ δὲ ψήφισμα τόδε ἀνα- |
γράψαι εἰς στήλην λιθίνην καὶ στῆ- | |
σαι <ἐ>ν τῶι ἱερῶι τῆς Ἥρας, τὸν δὲ [τα]- | |
μίαν ὑπηρετῆσαι. |
Samos
35