Samos 35
[ ] Curtius, Urkunden 3-12
See also:
1 ἔδοξε[ν τ]ῆι βουλῆι καὶ τῶι δή-
μωι, Ἐπ[ί]κουρος Δράκοντος
εἶπεν. ἐπειδὴ Γόργος καὶ Μ-
ιννέων Θεοδότου Ἰασεῖς κα-
5 λοὶ καὶ ἀγαθοὶ γεγένηνται
περὶ Σαμίους ἐν τῆι φυγῆι, καὶ
διατρίβων Γόργος παρὰ Ἀλεξάν-
δρωι πολλὴν εὄνοιαν καὶ [προ]θυμί-
αν παρείχετο περὶ τὸν δῆμο[ν τ]ὸν Σα-
10 μίων σπουδάζων, ὅπως ὅτ[ι τ]άχος
Σάμιοι τὴμ πατρίδα κομίσαιντο, καὶ ἀ-
ναγγείλαντος Ἀλεξάνδρου ἐν τῶι
στρατοπέδωι, ὅτι Σάμον ἀποδιδοῖ
Σαμίοις, καὶ διὰ ταο͂τα αὀτὸν τῶν Ἑ-
15 λλήνων στεφανωσάντων ἐστ-
εφάνωσε καὶ Γόργος καὶ ἐπέστε[ι]-
λε εἰς Ἴασον πρός τοὺς ἄρχοντα-
ς, ὅπως οἱ κατοικοῦντες Σαμίω[ν]
ἐν Ἰάσωι, ὅταν εἰς τὴν πατρίδα κατί-
20 ωσιν, ἀτελῆ τὰ ἑαοτῶν ἐξάξον-
ται καὶ πορεία αὀτοῖς δοθήσεται, τὸ ἀ-
νάλωμα τῆς πόλεως τῆς Ἰασέων
παρεχούσης, καὶ νῦν ἐπαγγέλλον-
ται Γόργος καὶ Μινίων ποιήσειν ὅ τι
25 ἂν δύνωνται ἀγαθὸν τὸν δῆμον τὸ-
ν Σαμίων, δεδόκχθαι τῶι δήμωι δε-
δόσθαι αὀτοῖς πολιτείαν ἐπ’ ἴσηι
καὶ ὁμοίηι καὶ αὀτοῖς καὶ ἐκγόνοις
καὶ ἐπικληρῶσαι αὀτοὺς ἐπὶ φυλὴν κ-
30 αὶ χιλιαστὺν καὶ ἑκατοστὺν καὶ γέ-
νος καὶ ἀναγράψαι εἰς τὸ γένος, ὃ ἂ-
ν λάχωσιν, καθότι καὶ τοὺς ἄλλου-
ς Σαμίους, τῆς δὲ ἀναγραφῆς ἐπιμε-
ληθῆναι τοὺς πέντε τοὺς ηἱρη-
35 μένους, τὸ δὲ ψήφισμα τόδε ἀνα-
γράψαι εἰς στήλην λιθίνην καὶ στῆ-
σαι <ἐ>ν τῶι ἱερῶι τῆς Ἥρας, τὸν δὲ [τα]-
μίαν ὑπηρετῆσαι.
Search Help
Contact Us