[ ] Curtius, Inschr. 31-32, no. 9
See also:
1 [ἐ]πὶ δημιοργῶν Χαριδήμου καὶ Ὀρ-
χαμενίου, μηνὸς Πελυσιῶνος
τετράδι, ἔδοξε τῆι βουλῆι καὶ τῶι
δήμωι, γνώμη πρυτάνεων· ἐπειδὴ
5 Διοκλῆς Ἀναξαγόρου Γελῶιος ἔν
τε τῆι φυγῆι εὔνους καὶ πρόθυμος ὢν
διετέλει τῶι δήμωι καὶ χρήσιμος
ὢν ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν π[ο]-
λιτῶν καὶ κοινῆι πᾶσι κατεληλυθό-
10 των ἡμῶν εἰς τὴν πόλιν τὴν αὐτ<ὴ>ν
εὔνοιαν διαφυλάσσων, δεδόχθαι τῆι
βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι Διοκλῆ-
ν προθυμίας ἕνεκεν καὶ εὐνοίας, ἣν [ἔ]-
χει περὶ Σαμίους, καὶ ἀναγράψαι αὐτὸν
15 πρόξενον τοῦ δήμου, δεδόσθαι δὲ αὐ-
τῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ αὐ-
τῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι αὐτὸ[ν]
ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν
καὶ γένος καὶ ἀναγράψαι αὐτὸν καθότι
20 καὶ τοὺς ἂλλους Σαμίους, τὸ δὲ ψήφισ-
μα τόδε ἀναγράψαι εἰς στήλην λιθίνην
καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δ[ὲ]
ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπ[ι]-
μεληθῆναι τοὺς πρυτάνεις καὶ τὸν
25 γραμματέα τῆς βουλῆς, τὸν δὲ ταμί[αν]
εἰς τὸ ἀνάλωμα ὑπηρετῆσαι.
Search Help