Terms for sale of priesthood of Dionysos Phleos; II; found
at Priene: *IPriene 174; Syll3 1003; Sokolowski, LSAM 37; SEG 15,
689.
| 1 | διαγραφὴ Διονύσου Φλέου. |
| ἀγ[α]θῆι τύχηι· ἐπὶ τοῖσδε πωλοῦμεν τὴν ἱε̣- | |
| ρ̣ω̣σύνην τοῦ Διονύσου τοῦ Φλέου· ὁ πριά̣μ̣ε̣- | |
| ν̣ο̣ς̣ ἱερήσεται χρόνον ὅσον ἂμ βιοῖ, ἱερήσε- | |
| 5 | [τ]α̣ι δὲ καὶ τοῦ Διονύσου τοῦ Καταγωγίου· |
| ἀ[τ]ελὴς δὲ ἔσται καὶ τοῦ σώματος· εἶναι̣ | |
| δὲ αὐτῶι καὶ ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνί- | |
| ωι σίτησιν πάσας τὰς ἡμέρας· λήψεται δὲ ὧν̣ | |
| πόλις θύει σκέλος γλῶσσαν δέρμα παρὰ βω- | |
| 10 | μ̣οῦ μοίρας· vacat παρέξεται δὲ θύα οὐλὰς λιβανω- |
| τὸν ἔλατρα βοῒ μὲν ἐκ τεταρτέως, προβάτωι δὲ | |
| ἐξ ἡμιέκτου, γαλαθηνῶι δὲ ἐγ δύο χοινίκων· | |
| εἶναι δὲ αὐτῶι καὶ ἐν τῶι θεάτρῳ ἐμ προεδρίαι | |
| καθ̣ῆσθαι καὶ στολὴν ἔχειν ἣν ἂμ βούληται καὶ | |
| 15 | στέφανον κισσοῦ χρυσοῦν· vacat θύσει δὲ καὶ τὰς θυ- |
| σίας τὰς ἐν τῶι θεάτρωι τῶι Διονύσωι τῶι Μελ- | |
| πομ̣ένωι καὶ λιβανωτὸν ἐπιθήσει καὶ σπονδαρ- | |
| χήσει καὶ τὰς εὐχὰς εὔξεται ὑπὲρ τῆς πόλεως | |
| τῆς Πριηνέων· ἐχέτω δὲ καὶ στολὴν ἣν ἂμ βού- | |
| 20 | ληται καὶ στέφανον χρυσοῦν μῆνα Ληναιῶνα |
| καὶ Ἀνθεστηριῶνα, καὶ τοῖς Καταγωγίοις καθη̣- | |
| γήσεται τῶν συγκαταγόντων τὸν Διόνυσον, | |
| στολὴν ἔχων ἣν ἂν θέληι καὶ στέφανον χρυ- | |
| σοῦν· vacat ἐὰν δὲ ὑπὲρ ἐξακισχιλίας δραχμὰς | |
| 25 | εὕρηι ἡ ἱερωσύνη καὶ ἀτελὴς ἔσται ὁ πριάμενος |
| λαμπαδαρχίας vacat ἀγωνοθεσίας vacat ἱπποτροφίας | |
| ἀρχιθεωρίας vacat γυμνασιαρχίας· vacat ἐὰν δὲ ὑπὲρ μυ- | |
| ρίας καὶ δισχιλίας δραχμὰς ἀγοράσηι, ἀτελὴς ἔσ- | |
| ται καὶ τριηραρχίας καὶ οἰκονομίας καὶ νεωποΐας | |
| 30 | καὶ προεισφορᾶς χρημάτων· vacat καταβαλεῖ δὲ ὁ πριά- |
| μενος τῶι νεωπόηι τὸ μὲν ἐπιδέκατον παραχρῆ- | |
| μα, τῆς δὲ λοιπῆς τιμῆς τὸ μὲν ἥμυσυ μηνὸς̣ Με- | |
| ταγειτνιῶνος ἔτους τοῦ αὐτοῦ, τὸ δὲ ἥμυσυ μη̣- | |
| νὸς Ἀνθεστηριῶνος ἐπὶ στεφανηφόρου Κλεο- | |
| 35 | μένου· ἐπρίατο Ἀθηνόπολις Κυδίμου δραχμῶν |
| μυρίων δισχιλίων δύο καὶ τοῦ ἐπιδεκάτου δρα- | |
| χμῶν vacat χιλίων διακοσίων vacat ὀβολοῦ χαλκῶν | |
| τριῶν. |