Honorary decree of boule and demos of Priene for foreign judges from Phokaia (name lost), and Astypalaia; 328/c. 200 BC; fund at Priene: *IPriene 8 and p. 308; **Holleaux, BCH 31, 1907, 382 (ll. 6, 13-5); **Graindor, Mus. belge 11, 1907, 126 (ll. 11-2); **Robert, RA 24, 1926, 177 (ll. 9-10, 28); SEG 4, 471.  
[ ] IPri 8 + p. 308
See also:
A.1 [ἐπὶ] σ̣τεφανηφόρου Κλείτου μηνὸς Μεταγειτν̣[ιῶνος,]
[γνώ]μη [τ]ιμούχων· ἐπειδὴ ὁ δῆμο[ς] ὅ τε Φωκαι[έ]ων κα[ὶ ․c.4․]
[․c.4․]․ων [κ]α̣ὶ Ἀστυπαλα̣ιέων αἰτησαμένων ἡμῶ[ν δι]-
[καστήριο]ν ἐπὶ τὰ συμβόλα̣ια τά τε κοινὰ καὶ τὰ ἴδια ἀ[πέ]-
5 [στε]ιλεν ἡμῖν ἄνδρας καλοὺς κα̣ὶ ἀγαθοὺς ἀκόλουθα πρ[άτ]-
[των τ]ῆι πρὸς τὸν δῆμον αὐτ̣ῶ[ι] ὑπαρχούσηι εὐνοία̣ι, οἵ τ[ε]
[παραγε]νόμ̣ενοι δικασταὶ πᾶσαν παρέσχοντο φιλοτιμ[ί]-
[αν] πρ[ὸ]ς τὸ διαλύειν τοὺς ἐν τοῖς ἐγκλήμασιν ὄντας, [καὶ]
[τὰ]ς μὲν ἐδίκασαν τῶν δικῶν τῆι ψήφ[ω]ι κατὰ τοὺς νόμ[ους τῆς]
10 [πόλεω]ς, τὰς δ[ὲ συνέλυσαν] ἴσω[ς κ]αὶ δικαίως, εἰς ὁμόνοιαν [καὶ]
[προθ]υ̣μία̣μ προαιρούμενοι τ̣[ὸν δ]ῆμον τὸμ Πριηνέων κ̣[α]-
[ταστῆσ]αι· δε̣δ[ό]χθαι τῆι βου[λ]ῆ̣ι καὶ τῶι δήμωι· ὅπως ἄ[ν]
[ὑπάρχηι φ]α̣[νερ][ν][τι] ὁ̣ [δῆμ]ο̣ς ὁ Πριηνέω<ν> ἐπίσταται τοὺς
[καλοὺς κἀγαθ]ο̣[ὺ]ς ἄνδρας κα̣ὶ α[ὐτῶι χ]ρε[ία]ς π[α]ρα[σχομέν]-
15 [ους τιμᾶν, τὰς ἀξία]ς ἑ̣κά[σ]τ[ωι χάριτας] ἀ̣ποδ̣[ι]δοὺς τῶν
[εὐεργετημάτων — πο]λ̣ιτῶν κα̣ὶ [ξ]έ-
[νων —]ΡΑ․․Ο․
B.19 ․․ΛΕ[—]
20 ․․ΡΕ̣Γ̣Μ̣[—]
[—]
[․c.4․]․․χων εξαΓ[— τὸν δῆμον]
τ̣ὸ̣μ Πρ[ι]ηνέων· ἐπαι[νέσαι δὲ καὶ τοὺς δικαστὰς τοὺς ἀπο]-
σταλέντας Φωκαιέωμ μ[ὲν —]
25 [․c.5․]δος, Θράσυλλον Ἀθη[ν —ων δὲ]
[․c.4․]Λ[․c.5․] Καλλίαν Ἀρισ[τ․․․․c.12․․․․ Ἀστυπαλαιέ]-
ω̣ν δὲ Ν̣όσσον Ἐλπινίκου, Νίκωνα Ν[—]
[Τ]ελεσάρχου ἀρετῆς ἕνεκα καὶ δικαιοσ[ύνης ἧς πεποιήνται]
περὶ τὰς κρίσεις, καὶ στεφανῶσαι ἕκαστον τ[ῶν δικαστηρίων ἑκάστην]
30 [τε] πόλιν στεφάνωι χρυσέωι τῶι ἐκ τοῦ νόμ[ου· τῆς δὲ ἀναγορεύ]-
[σεω]ς τοῦ στεφάνου τὴν ἐπιμέλειαμ ποιήσασθαι [τὸν ἀγωνο]-
[θέ]την τοῖς πρώτ[οι]ς Δ[ιο]ν̣υσίοις τραγωιδῶ[ν τ][ι ἀγῶνι, δη]-
[λ]οῦν̣[τ]α δ̣ιὰ τῆς ἀναγ[γελ]ίας τὰς αἰτίας [δι’][ς τιμῶνται·]
εἶναι δὲ αὐτοὺς καὶ προ[ξ]ένους καὶ εὐεργέ[τα]ς το[ῦ δήμου]
35 [τοῦ Π]ριηνέων, δεδόσθαι δὲ αὐτοῖς καὶ ἀτέλειαν ὧ[ν ἂν εἰσά]-
[γωντ]αι ἢ ἐξάγωνται εἰς τὸν ἴδιον οἶκον καὶ εἴσπλου[ν καὶ ἔκ]-
[π]λουν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήν̣[η]ι κ[αὶ]
[ἔφοδο]ν ἐπὶ τὴν βο[υ]λὴ̣ν [καὶ] τὸν δῆμον, ἐά[ν] του δέωνται, π[ρώτοις]
[μ]ετὰ τὰ ἱερά, καὶ προεδρ[ί]α[ν] ἐν το[ῖ]ς ἀγῶ[σ]ι καὶ ἐμ πρυτανε[ίωι]
40 [κ]α̣ὶ ἐμ Πανιωνίω[ι] σ̣ίτ[η]σιν κα[ὶ] γ̣[ῆς κ]αὶ οἰκίας ἔγκτησιν καὶ ἱερῶν
[κ]αὶ ἀρχείωμ μετουσίαν ὧ[γ κ]αὶ [οἱ Πρ]ι̣η̣νεῖς μετέχουσιν, ταῦτα δὲ
[ὑ]πάρχειγ καὶ αὐτοῖς καὶ ἐκγό[ν]οι[ς·] ὅπως δ’ ἂν ἦι φανερὰ πᾶσιν
ἥ̣ τε τοῦ δήμου προαίρεσις ἣ̣ν̣ ἔχει κατ̣α̣[ξί]ως καλῶν καὶ ἀγ[α]-
θῶν ἀνδρῶν, καὶ οἱ εὐεργετοῦντες τὴμ πόλιν εἰς ἅπαν[τα]
45 [τ]ὸγ χρόνομ μνημονεύωνται, ἀναγράψαι τὸ ψήφισμα τόδ[ε]
[ε]ἰς̣ σ̣τήλην λιθίνην, καὶ στῆσαι ἐν τῶι ἱε[ρ][ι τ]ῆς Ἀθηνᾶ[ς·]
τὸ δὲ ἀνάλωμα ὑπηρετῆσαι τὸν νεωποίην· ἑλέσθαι δὲ
[κ]α̣ὶ πρεσβευτὴν ἐξ ἁπάντων τῶμ πολιτῶν εἰς ἑκάστη[ν]
[π]όλιν ἄνδρα ἕνα, ὅστις̣ παραγενόμενος οὗ ἂν α̣ἱρεθῆι τό
50 [τ]ε ψήφισμα ἀποδώσει καὶ τὸν στέφανον τῶι δικαστηρίω[ι,]
[κ]αὶ αἰτήσεται τὴμ βο[υ]λὴγ καὶ τ[ὸ]ν δῆμον ἀναγγελίαν τοῦ
σ̣τεφάνου δοῦναι Διου]σίοις ἐν τῶι ἀγ[ῶ]νι τῶν τραγωιδ[ῶ]ν,
καθότι καὶ Πριηνεῖς παρ’ αὑτοῖς ἐψηφι[σμ][ν]ο̣ι̣ εἰσ[ί]ν, καὶ τὸ [ψή]-
φισμα τόδε ἀναγράψαι [εἰς σ]τήλ[η]ν λ̣[ιθί]νην κ̣α̣ὶ στῆσαι εἰς [τὸ]
55 ἱερόν, οὗ̣ ἂν τῶι δήμωι τῶι ἀποστείλαντ̣ι [τ]ο̣ὺ̣[ς] δικαστὰς ἐπ[ι]-
τήδειον εἶναι φαίνηται· τ[ε]τάχθ[αι δ]ὲ ἑκ̣[αστηι] πόλει εἴς τε
τὴν στήλην καὶ τὴν ἀναγρα̣φὴν Ἀλ[εξανδρείας] δραχμὰ[ς]
τριάκοντα· ὑπερετῆσαι δὲ καὶ εἰς τα[ῦ]τ[α καὶ εἰς τοὺς] στεφάνου[ς]
[τοὺς ἑκά]στωι τῶν δι[κα]στηρίων ἐψη[φισμένους τὸ]ν νεω[ποίην]
60 [— Ἀλεξανδρείας δραχμὰς —]
[—]
[․․․․c.12․․․․ κ]αὶ δοῦναι [․c.4․]ν [—]
[․․․c.11․․․․ τ]ὴν ἐπ[ιμ]έλε[ιαν] ποιήσ[αν]τα. [πρεσβευταὶ]
[ἡιρέθησαν εἰς Φ]ώκαιαν Πα[υ]σα[νίας — εἰς —]
65 [․․․․․․․c.18․․․․․․․ Π]οσειδωνί[ου, εἰς Ἀστυπάλαιαν δὲ]
Search Help
Contact Us