Honorary decree of boule and demos of Priene for Philaios Philistidou of Athens; 330/c. 200 BC; found at Priene: *IPriene 6.  
[ ] IPri 6
See also:
1 Φιλα̣ίωι Φιλ̣ι[σ]τίδ̣ου Ἀ̣θηνα̣ίω[ι.]
[ἐπὶ στεφανηφόρου —γ]όρου [μηνὸς]
[Μεταγειτνιῶνος — ἐν κυρίωι συλ]-
λό[γ]ω̣ι, Π̣ρι]ν̣έω[ν α]ὐ̣το[ν]όμων ὄντω[ν, ἔδο]-
5 [ξ]ε [τ]ῆι βουλῆι̣ κα̣ὶ [τ]ῶι [δ]ή̣[μ]ω̣ι, γνώμ̣η [τι]-
μούχω̣ν·  ἐπειδὴ Φίλαιος [Φ]ιλ̣ιστίδ̣ου̣ Ἀ̣[θη]-
ναῖος ἀνὴρ ἀ̣γα̣θὸς ὢν̣ δ̣ια̣τε̣λε̣ῖ [πε]ρ̣[ὶ]
τὸν δῆμον τὸμ Πριη̣νείων κα̣ὶ ἰ[δ]ία̣ι το[ὺς]
ἐντυγχά̣ν̣ον̣[τ]α̣ς̣ τῶμ πολιτῶν ε[ὐ]ε̣[ργε]-
10 τεῖ καὶ κοιν̣ῆι παντὸς τοῦ δήμου καλῶ[ς]
καὶ φιλοτίμως ἐπιμ̣ελεῖτα̣ι, δεδόχθαι α̣[ὐ]-
τὸν εἶναι πρόξενον καὶ εὐεργ[έ]την, δεδό[σ]-
θαι δὲ α̣ὐτῶι καὶ πολιτε̣ί[α]ν̣ καὶ ἱερῶν μετο[υσί]-
α̣ν καὶ ἀ̣ρ̣χείω[γ,] κα̣ὶ [ἔγκτησιν γῆ]ς κα̣ὶ οἰκί[ας]
15 καὶ ἀτέ̣λεια̣ν ὧν ἂ̣ν εἰσά̣γη̣[τ]α̣ι̣ κ̣α̣ὶ ἐξά̣γ[ηται]
[ε]ἰς τὸν ἴδιον οἶκον, καὶ εἰσαγωγὴν καὶ [ἐξα]-
[γω]γὴν καὶ ἐμ πολέμωι καὶ ἐν εἰρήνηι κα[ὶ εἴσ]-
[πλ]ουν καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπον[δεὶ]
[κ]αὶ προεδρία̣ν ἐν τοῖς ἀγῶσιν καὶ πρό[σο]-
20 δον πρὸς τὴ̣μ̣ βουλὴν καὶ τὸν δῆμον [ἐ]-
[ά]ν τ̣ου̣ δ̣έ[η]τ̣α̣ι πρώτωι μετὰ̣ τὰ̣ ἱερά̣· [δε]-
[δ]όσθαι δὲ αὐτῶι δωρεὰν τῆς ψιλῆς χ[ώ]-
ρ[α]ς σχοίνους ἑκατόν· τα̣ῦτα δὲ εἶνα[ι καὶ]
α̣ὐτῶι καὶ ἐκ<γ>όνοις, ἵνα εἰδῶσιν ἅπ[αν]-
25 τες ὅτι ὁ δῆμος ὁ Πριηνέων ὑφ’ ὧν [ἂν εὖ]
πάθηι ἐπίσταται χάριτας ἀποδιδό[ναι ἀ]-
ξίας τῶν εὐ<ε>ργετημάτων· τὸ δὲ ψή̣[φισ]-
μα τόδε ἀναγράψα̣ι εἰς στήλην <λ>ιθί[νην]
[καὶ σ]τῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· [τὸ]
30 [δὲ ἀν]άλωμα ὑπηρετῆσαι τὸν οἰκο[νό]-
[μον.]
Search Help
Contact Us