3rd honorary decree of boule and [demos] (of Priene) for
Nymphon Protarchou, former phrourarchos; c. 262 BC; found at
Güllübahçe: Hicks, JHS 4, 1883, 237-242; *IPriene 22; **Holleaux,
BCH 31, 1907, 383 (ll. 20-21).
| 1 | [Ν]ύμφωνι Πρωτάρχου. |
| [ἐπὶ στ]εφανηφόρου Λεωμέδοντος, μηνὸς Ταυρε[ῶ]- | |
| [νος, Λ]υσίας Πολυχάρους εἶπεν· ἐπειδὴ Νύμφω[ν] | |
| [Π]ρωτάρχου πρότερόν τε φρούραρχος ἀποδει- | |
| 5 | [χ]θεὶς τῆς ἄκρας ὑπὸ τοῦ δήμου ἐπιμελῶς τε καὶ δι- |
| [κ]α[ί]ως διαφυλάξας μετὰ τῶμ φρουρῶν παρέδω- | |
| [κεν αὐ]τὴν τῶι δήμωι καθότι καὶ παρέλαβεν, καὶ πά̣- | |
| [λιν τὸ] δεύτερον ἀποδειχθεὶς φρούραρχος ὑπὸ τοῦ | |
| [δήμου] τῆς ἄκρας διέμεινέ τε πάντα τὸγ χρόνον | |
| 10 | [ἐν τῶι φρ]ουρίωι κατὰ τὸν νόμον καὶ παρέδωκεν τῶι |
| [δήμωι, καὶ τ]οῖς φρουροῖς ὀρθῶς καὶ δικαίως χρώμενος | |
| [ἐμ παντὶ] καθότι καὶ πρότερον, καὶ ἐν τοῖς ἄλλοις | |
| [ἑαυτὸν δι]ατελεῖ παρεχόμενος εἰς τὰ συμφέ- | |
| [ροντα τῆς πόλεως·] τύχηι ἀγαθῆι δεδόχθαι τῆι βουλῆι | |
| 15 | [καὶ τῶι δήμωι· στεφ]α̣νῶσαι Νύμφωνα Πρωτάρχου |
| [τοῖς πρώτοις Διονυ]σίο[ι]ς τῶι ἀγῶνι τῶν τραγω[ι]- | |
| [δῶν χρυσέωι στεφάν]ωι τῶι ἐκ τοῦ νόμου, καὶ δη- | |
| [λῶσαι δι’ ἃς αἰτίας στε]φανοῦται, τῆς δὲ ἀναγγ[ε]- | |
| [λίας ἐπιμεληθῆναι τὸν ἀγ]ωνοθέτην· ὅπως δ’ ἂν̣ ἦ[ι] | |
| 20 | [φανερὰ ἡ τοῦ δήμου πρ]οαίρεσις ἣν ἔχων [ὑπὲρ] |
| [τῶν ἀνδρῶν καλῶν καὶ ἀ]γαθῶν ὄντων δ̣ι̣α̣ | |
| [τελεῖ —] κοινῶν ἐπιστα- | |
| [— μν]ημονεύων- | |
| [ται, ἀναγράψαι ταῦτα εἰς στή]λην λιθί- | |
| 25 | [νην καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· τὸ δὲ] ἀνά- |
| [λωμα τὸ εἴς τε τὸν στέφανον —] |