Honorary decree of boule and demos (of Priene) for Moschion Kydimou; 129/100 BC; found at Priene: *IPriene 108 and p. 310; **Holleaux, BCH 31, 1907. 385-386 (ll. 28, 30, 39-40, 54, 56, 61, 171, 222, 372); **Wilhelm, WS 29, 1907, 19-20 (ll. 59, 216, 377); **Graindor, Mus. belge 11, 1907, 127 (l. 45); **Wilhelm, NB VI 51-2 (ll. 104-5); **Robert, RPh 53, 1927, 100, note 1 (l. 74); SEG 4, 491; **Koerner, Philologus 108, 1964, 140-2 (l. 258); Migeotte, L’emprunt public no. 94.  
[ ] IPri 108 + p. 310
See also:
II.1 [ἐπὶ στεφανηφό]ρου Μοσχίωνος
[μηνὸς Μεταγε]ιτνιῶνος πέμπτῃ
[ἐτίμησεν ἡ βο]υλὴ καὶ ὁ δῆμος
[Μοσχίωνα Κυδί]μου στεφάνωι
5 [χρυσέωι ἀριστε]ίωι καὶ εἰκόνι χρυσῆι
[καὶ μαρμαρίνηι, κ]αὶ ἐμ πρυτανείωι
[καὶ ἐμ Πανιωνίωι] καὶ ὅταν ἡ βουλὴ
[συνῆι σιτήσει, καὶ] τοῦ σώματος ἀτε-
[λείαι καὶ προεδρίαι ἐ]μ πᾶ̣σι τοῖς ἀγῶ-
10 [σιν.]
<⁶⁵[Μ]οσ[χ][ωνα]>⁶⁵
<⁶⁵[Κ]υδίμ̣ου.>⁶⁵
[ἔ]δοξε τῇ βουλῇ κ[α]ὶ τῶι δήμωι· Ζωτίων Ζωτίωνο[ς]
[εἶπεν· ἐ]πειδὴ Μοσχίων Κυδίμου γεγονὼς ἀπὸ τῆς πρ[ώ]-
15 [της ἡλικίας ἀ]ν̣ὴρ κα[λ]ὸς καὶ ἀγαθ̣ὸς καὶ βεβιωκὼς εὐσ[ε]-
[βῶς μὲ]ν πρὸς θεούς, ὁ[σ]ίως δὲ πρὸς τοὺς γονεῖς καὶ τοὺ[ς]
[συμ]β[ι]οῦντας ἐν οἰκ[ε]ιότηιτι καὶ χρήσ̣ει κ̣α̣ὶ τοὺς λοιπο̣[ὺς]
πολίτας πάντας, δικαίως δὲ καὶ φιλοδόξως προσε[νη]-
[ν]εγμένος τῆι πατρίδι καὶ καταξίως τῆς τῶν πρ[ογόνων]
20 ἀρετῆς τε καὶ δόξης, διαμαρ[τ]υρουμένην ἐσχηκ̣[ὼς διὰ παν]-
τὸς τοῦ βίου τὴν παρὰ τῶν θεῶν εὐμένεια[ν] κα̣[ὶ τὴν παρὰ]
[τ]ῶν [σ]υμπολιτευομένων καὶ τῶν κατοικού̣[ντων εὔνοι]-
[α]ν ἐπὶ τοῖς κατὰ τὸ κάλλιστον πρασσο̣[μένοις ․c.6․․]
[․c.3․]βο̣[․]λ̣ρ̣[․c.4․]λ̣α̣[․․․c.10․․․]δημο̣[․․․․․c.14․․․․․]
25 [․c.6․․] θεοὺς ․α[— επὶ δὲ στεφανηφόρου—]
χειροτονηθεὶς ὑπὸ τοῦ δήμου θεω̣[ρὸς μετὰ τοῦ ἀδελφοῦ]
τάς τε θυσίας ἐπετέλεσεν μετ’αὐτοῦ ἐκ τῶν ἰ̣δ̣ί[ων καὶ]
τοῦ σιτηρεσίου τοῦ ταγέντος παρέλυσε τὸν δῆμον· ἦ[ν γὰρ] π̣[ρο]-
ελόμενος <ἀπ’> ἀρχῆς ὑποστήσασθαι καλὸν ἀπόδειγμα τῆς
30 τε πρὸς θεοὺς ὁσιότητος καὶ τῆς πρὸς τὴν πόλιν α<ἱ>ρέσεως·
γενομένης τε χρείας ἐπὶ στεφανηφόρου Τήλωνος τῶι δή-
μωι διαφόρων εἰς τὰ συμφέροντα καὶ πλειόνων, βουλόμενος
ἐμ παντὶ καιρῶι μὴ προλείπειν τὸ τῆς πατρίδος ἐπεῖγον,
προεισήνεγκεν μετὰ τοῦ ἀδελφοῦ δραχμὰς χιλίας· τῆς τε κα-
35 [τ]ὰ τὸ [γυμ]νάσιον κατασκευῆς μὴ μόνον προ[․․c.7․․]ον καὶ
[․․․․․․․c.19․․․․․․․․ ἀ]λλὰ [καὶ ․․․․․․c.17․․․․․․․]
[․․․․․․c.16․․․․․․ τ]ὴν μὲν σ[τέγην ․․․․․c.15․․․․․․]
[․․․․․c.15․․․․․․ τ]ὸν τόπον περιποιούσης π̣?[․․․․c.13․․․․․]
[—] τὸ [προσ]τε[τ]αγμένον· στεφανηφορο[ῦντος δὲ — εἰς τὴν σύν]-
40 [τέλ]ε̣ιαν το[ῦ προδε]δηλωμένου κατασκευάσ[ματος ἔδωκε με]-
[τὰ τἀδελφ]οῦ δραχμὰς τρισχιλίας· κα[τ]ὰ δὲ τ[ὴν αὐτὴν στεφανη]-
[φορί]αν ἐνλειπούσης τῆς σιτικῆς παρ[αθ]έσεως, συν[ιδὼν]
τὸ τοῦ πράγματος ἀναγκαῖον, ἀπαράκλητον σχὼν τὴν [πρὸς]
τὸν δῆμον εὔνοιαν, αὐθαιρέτως προελθὼν εἰς τὴν ἐκλησ[ίαν]
45
III.45 ἔδωκ[εν τῆι πόλει πυρῶν][πὲρ ἑαυτο][τε] καὶ τοῦ ἀδελφοῦ
μεδίμνους δ[ιακ]ο̣σ̣[ί]ο[υς ἓξ] δ[ρα]χμῶν τεσσάρων τὸν μέ-
διμνο[ν, ἀπ’] ἀ̣ρ̣[χ]ῆ̣ς ἐν ἀσε̣[․5-6․․] ὑφεσταμένος τὸ μὴ καθυσ-
τερεῖν τ[ῶν ἄλλ]ων ἐν τοῖς ἐπ[ε]ίγουσιν τῶν καιρῶν, ἐν εὐβο-
[σί]ᾳ̣ δὲ πάντα[ς] τούς τε πο[λί]τας καὶ τοὺς κατοικοῦντας
50 παρ’ ἡμ[ῖν ὑ]πάρχειν προαιρούμενος· χρείας τε γενομέ-
[ν]ης κατὰ στεφανηφόρον Ἱπ[π]οθῶντα διαφόρων ἐκ προ-
[ει]σφορῶν, καὶ κατὰ τοῦτο [φιλ]ότιμος γενηθεὶς προελθὼν
[εἰ]ς τοὺς πολίτας προεισ[ήν]εγκε[ν] μετὰ τοῦ ἀδελφοῦ
δ[ρ]αχμὰς χιλίας· [βουλόμενος δ]ὲ παντὶ τρόπωι σπεύδ<ει>ν
55 τῆι πρὸς τὸ πλῆθο[ς εὐνοίαι] καὶ κατὰ μηδὲν ἐνλείπειν,
οὐ μόνον ἐ[ν τ]ο[ῖς? κ]α̣[τ]ὰ̣ τὰς προεισφορὰς ἑαυτὸν παρίστα-
το πρόθυμον, ἀλλὰ κα[ὶ κα]θ’ Ἡ[ρ]άκλειτον στεφανηφόρον
ἀναπόδοτον ἔδωκεν τῆι [π]όλει σῖτον μετὰ τοῦ ἀδελφοῦ,
καθότι [περιέχ]ει τὰ περὶ τοῦ μ[έ]ρους τούτου γράμματα
60 ἐν τοῖς δημοσίοις ὑπάρχοντ[α,] τήν τε πρὸς τοὺς γονεῖς
εὔνοιαν προαιρούμενος [πᾶσι φανερὰν καθι]στάναι διὰ
[․․․․․․․․․․․․․․․․․․․․c.44․․․․․․․․․․․․․․․․․․․․]
[․․․c.10․․․]ε[․]σ̣ικῶν χρημάτων· [ἐπὶ στεφα]νηφόρου δ̣[ὲ τοῦ]
[θεοῦ τοῦ μετὰ Δη]μ̣η̣τ̣ρίο[υ] ἅμα μὲν τὸ τῆι πόλει συμφ[έ]ρο[ν]
65 [λαμβάνων] πρὸ ὀφθαλμῶ[ν,] ἅμα δὲ τιμήν τιν[α] καὶ ἐμ̣β[ρίθει]-
[αν τῆς μητρὸς π]ρο[α]ιρούμενος μετὰ τοῦ ἀδ[ελ]φοῦ [Ἀθηνοπόλι]-
[δος διέν]ει[μ]εν ὑπὲρ αὐτῆς δραχ[μ]ὰς Ἀλε[ξ]ανδρε[ὶ]α̣ς [χιλίας·]
[ἐπὶ Ἡρο]δ̣ότου δὲ στεφανηφόρου [τ]ῆς [σιτικ]ῆς παραθέ[σεως ἐν]-
λ̣[ειπ]ούσης [Μ]οσχ[ί]ων στοιχεῖν ἑαυτῶι προαι[ρ]ούμενο̣[ς, συνι]-
70 δὼν τὸ τοῦ πράγματος ἀναγκαῖον, παραδώ̣[σειν τὸ ἐνδέον ὑπέσ]-
[τη,] π̣ροσεπαγγειλάμενος ἐπὶ μῆνας [— μετρήσειν τοῖς]
πολίταις τιμ[ῆ]ς ἐλάσσονος [ἕ]νε[κ]α το[ῦ μετὰ γυναικῶν καὶ]
τέκνων διασωθῆναι τὸν πάν[τ]α δ̣ῆ̣[μον ․․․․․c.14․․․․․]
καὶ διὰ τοῦ μέρους τούτου π̣[εριεποήσατο ἐκ πάντων δόξαν]
75 καὶ εὐφημίαν· τἀλεξανδρείου τε π̣ονο[ῦντος καὶ —ον]-
τος τῆι πόλει κατὰ τὸν αὐτὸν χρόνον̣, οὐ[δ’ ἐν τούτωι τῶι]
μέρει παρεῖδ̣εν τὸ συμφέρον τῆς πατ[ρ]ίδος, [ἀλλὰ μετὰ]
τοῦ ἀδελφοῦ προείσφορος ἐγένετο δραχμῶν Ἀλ[εξαν]-
δρείων χιλίων· ἐπ’ Αἴαντος δὲ πάλιν ἐνλειπου̣[σῶ]ν [— δρα]-
80 [χμῶν] Ἀ̣λεξανδρείων εἰς χρείας ἀναγκαίας ἔδωκε[ν]
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ταις μετὰ τὰς [․c.4․]
[․․․․․․․․c.21․․․․․․․․․]λ̣η̣θέντος τε τοῦ δήμου σιτο̣-
[μετρ․․․․․c.14․․․․․ καὶ] παρακαλοῦ<ν>τος καθ’ ἕν̣α τ̣ὸ̣ν̣
[βουλόμενον μετρῆσαι ὑπὲρ τ]ῆς κοινῆς παραθέσεως [δι’] ἧς
85 αὐτὸς ἠβο[ύ]λετο τιμῆς, [π]αραστησάμενος καὶ τὸν ἀδελφόν,
ἐμέτρησεν τῆι πόλει πυρ[ῶν] μεδίμνους ὅσου[ς α][τὸς προ]-
ηρεῖτο, τοῦ μὲν λυσιτελοῦς ἀφρόντιστον, τῆι δὲ πρὸς τὰ
κοινὰ φιλοτιμίᾳ διὰ παντ[ὸ]ς ἀκούλουθον ἑα[υ]τὸν παρα-
σκευάζων· ἐπὶ δὲ στεφα[ν]ηφόρου Κέκροπος οὐ μόνον
90 διαφόρων γενομένης τῆι [π]όλει χρείας, ἀ̣[λλὰ] καὶ παραστά-
σεως ἐνεχύρων, διαλαβ[ὼν κ]οινὴν εἶναι τ̣ὴ̣[ν] οὐσίαν πάν-
των τῶν πολιτῶν καὶ τ[ῶν καθηκουσῶν δι]α̣νο̣μῶ̣[ν? ․]ω[․] ο̣[․c.2․]?
[— τὸν ἀδελφὸν —]
[οὐδενὸς ὑστ]ε[ρ]οῦντα καὶ τοῦτον ἐν ταῖς εἰς τὰ κοινὰ
95 [χρείαις,] εἰσήνεγκε διαφόρου μὲν δραχμὰς Ἀλε[ξ]α̣[ν]δρε[ίας]
[χιλίας, εἰ]ς δὲ χρῆσιν ἐνεχύρων ἀργυρώματα δραχμῶν [Ἀλεξαν]-
[δρεί]ων τετρακισχιλίων· παρεμέτρησεν δὲ τῆι πόλει [με]-
[τὰ τἀ]δελφοῦ πυρῶν μεδίμνους πεντακοσίους πεντή̣κο̣[ντ]α
[τ]ιμῆς ἧς οἱ πολῖται προείλαντο, βουλόμενος διὰ παντὸς [ἐν]
100 εὐδαιμονίαι καθεστάναι τοὺς πολίτας, καὶ κατὰ τὴν ἑαυτο[ῦ]
IV.101 πρόθεσιν [τα]ῖς εἰς [τ]ὴν [π]όλ[ιν] εὐεργεσίαις ο̣[․4-5․]
νειν· στεφανηφοροῦντος δὲ Σώτου [κ]αὶ μὴ ἐ[νόν]-
των ἐν τοῖς κοινοῖς λόγοις διαφόρων, [ἐ]π[ει]γού[σης]
δὲ τόκων ἀποδόσεως τοῖς Ἴωσιν, οὐδὲ [τότε] το[ῦ]
105 τῆς πόλεως ἠφροντίστησεν ἐνδόξου, δικαιο[πρα]-
γοῦντα προαιρούμενος φα̣ί̣νεσθαι τὸν δῆμον, [καὶ]
προήκατο εἰς ταῦτα μετὰ τἀδελφοῦ δραχμὰς Ἀ[λε]-
ξανδρείας δισχιλίας [ἑκ]ατὸν πεντήκοντα ὀκ[τὼ]
ὀβολοὺς τέσσαρας, εὐχρήστησεν δὲ καὶ εἰς ἀπό[δο]-
110 σιν τιμῆς σίτου δραχμὰς Ἀλεξανδρείας χιλίας [δια]-
κοσίας· ψηφισαμένου τε τοῦ δήμου κατὰ τοὺς [πρό]-
τερον χρόνους κατασ[κε]υὴν̣ [γ]υμνασίου κατὰ πό[λιν]
καὶ ταύτης μὴ δυναμένης λαβ[εῖν σ]υντέλειαν [διὰ τὰ]ς
μεταπτώσεις τῶν εἰς τὸ προδεδηλωμένον ἀν[άλω]-
115 μα ποησαμένων ἐπαγγελίαν βασιλέων, θεωρῶν [μέγα]
τι καὶ ἔνδοξον τῆι πόλει περιεσόμενον εἰς [ἀεί, εἰ]
ἀναλάβοι τα[ῦτα] καὶ τοῖς παρ̣α̣β̣ά̣λ̣λ̣ουσι[ν ․c.6․․]
137 [․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․ αὐ]-
τῶ̣ι τὴν προγονικ[ὴν εὔν]οι[αν? ․․․c.10․․․ ὁμολογη]-
σάντων τοῖς τῶν̣ ἡγουμένων̣ δόγμασιν καὶ ․Γ[—]
140 ε[․c.5․]ων[․․․․․c.14․․․․․]μέ̣νους δήμους [—]
[․c.4․ προ]θ̣εσ̣μι̣[α․․․c.9․․․]ω̣[․c.4․] οὔτοι πε[ρι]-
όντος [․c.6․․]λοις [τὸν περι]εστῶτα κίνδυνο[ν ἐκ]
πάντων [πολιτ]ῶν [πρε]σβείαν καὶ ἀ[․c.3․]ν ὑπάρχο[ν]-
τα̣ς [․․․․․․․c.18․․․․․․․] δ̣ι̣ὰ̣ τὸ γινώσκειν, ὅ[τι]
145 [․c.3․]ε̣[․․․․․․․․c.21․․․․․․․․․ πα]ρ̣ὰ Ῥωμαίω[ν]
[․c.3․]ΛΛΙΠα̣ρ [․․․․․c.15․․․․․․] καὶ τὴν πόλ[ιν]
[πρ]οθ̣[ύμ]ως [ἐ]π̣ι̣δ̣ό̣ν[τ]ο̣ς ε̣ἰ̣ς̣ [τὰ παρ]ακαλούμενα τ[—]
λ̣[․․․․․․․․․․․c.26․․․․․․․․․․․]λ̣ηρε[—]
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]
150 [․․․c.10․․․] Μ̣οσχίων μετὰ τῶν συν[υ]ποσ̣τ̣άντ[ω]ν̣ [π]ο̣λ[ιτῶν]
το[ὺς σ]τρατιώτας εἰς μῆνας δύο, τὴν εἰς αὐτοὺς μισθοφορὰν
[ἐ]κ [τῶ]ν ἰδίων χορηγῶν· [π]ροελομένου τε τοῦ δ̣ήμου θεω-
ροὺ[ς π]ρὸς βασιλέα Δημή]ρ[ι]ο[ν,] ἀποδειχθεὶς κ̣αὶ Μοσχί̣ω̣ν̣
θ̣εω̣[ρὸς] τὸ ταγὲν ὑπὸ τῆς πόλεως αὐτῶ[ι σ]ιτηρέσιον οὐκ ἔ-
155 λαβ[εν·] χειροτονηθεὶς δὲ καὶ πρεσβευτὴς πρὸς βασιλέα
[Δημή]τριον τὸν ἐκγ βασιλέως Δημητρίου τὴν αὐτὴν ἔ-
[χων πρ]όθεσιν τοῖς προϋπηργμένοις πρὸς φιλοδοξίαν
V.158 [․․․c.9․․․]ε[—]
[τὴ]ν δὲ πρ[ε]σβεία[ν ἐ]κ τῶ[ν ἰ]δίω[ν ἐτέ]λεσεν· θεω[ρός]
160 [τε γε]νό[μεν]ος εἰς Μαγνη[σίαν] καὶ [Τρ]άλλεις καὶ Κί[βυραν]
[ο]ὐ̣δ̣’ [ε]ἰς ταύτας τὰς ἀποδημ[ί]ας ἔλ̣[α]βεν τὰ τετ[αγμέ]-
ν̣α̣ [ἐφόδια,] βουλόμενο[ς][ν πᾶσιν στ]οιχεῖν ἑα[υτῶι,]
[δωρεὰν δὲ] τὰ̣ς ἀποδ[ημία]ς ἐ[πε]τ[έ]λ[ε]σεν· ὕ[στε]-
[ρον δ’ ἐπ]ρ̣[έσβ]ε̣υσεν ὑπὲρ τοῦ δήμου πλεονάκ[ις καὶ]
165 [πρός] τε [β]α̣[σι]λεῖς κ[αὶ] πόλεις ἐπετέ[λε]σεν ἁπάσ[ας]
[τὰς π]ρεσ̣[βε]ίας συμφερόντως τῶι δήμωι, τὰς πρ[οτέρας]
[μὲν] δωρ̣ε̣άν, εἰς [Ἀλεξάν]δ̣ρε[ιαν] δὲ πρὸς βασιλέ[α Πτο]-
[λ]εμαῖον [κ]αὶ τῆς Ἀρα̣βίας εἰς Πέ̣τραν κατὰ τὴν χρ[είαν]
[ἀ]ποσταλεὶς ὑπὸ τῆς πατρίδος, πλέω δ̣ι̣α̣τρ[ίψα]ς
170 χρόνον τοῦ ταγέντος ὑπὸ τῶν πολιτῶν, κ[αὶ δα]πάνας
[ἑ]τέρας [ποήσα]ς? ἕ[νε]κ̣α̣ τῶν κοι̣νῆ̣ [τῆ]ι π̣ό[λει συγκα]τασ-
σκ[ε]υαζομ[έν]ων χρησίμων, ἐπιδ[ε]ξάμ[ενος αὐτ]ὸς
[τ]ὸ πλεονάζ̣ον τοῦ ταγέντος ε[ἰ]ς [τὴν ἀ]-
[ποδημί]α̣ν ἐφοδίου̣, παρακε[λευσάμε]ν[ος δὲ —]
205 [— κα]-
ταλι̣[π — συναρ]-
χίαις [— ἀνεγ]-
κλητ̣[․c.3․]․ας τη[— ἑαυ]-
τὸν̣ [π]α̣ρέσχετο̣ το̣[ῖς φρουροῖς —]
210 φ[ι]λόδοξος δ’ ε<ἰ>ς αὐτο[ὺ]ς γε[νόμενος ἔτυχε πασῶν τῶν]
τιμῶν παρὰ τῶν συνδιατριψάντ[ων αὐτῶι κατὰ τὴν τῆς]
ἄκρας φυλακήν· ἀντιγραφεύς τε γε[νόμενος εἰ]ς τὸν ἐνιαυτὸν̣ τ̣ὸν
ἐπὶ στεφανηφόρου Ναυσικράτου τὴν πᾶ̣[σαν] προ<σ>[ε]δ̣ρείαν
VI.214 [ἐποή]σ̣ατο περί τε το[ὺς ἐ]γ̣λογισμοὺς καὶ τὰ ἄλλα τὰ
215 [πρὸς τ]ὴν πόλιν ἀνήκοντα ἕνεκα τοῦ πάντα ἀσφαλῶς
[διοικεῖσ]θαι, καὶ διὰ τὴν ἐν τούτοις ἐπιμέλειαν ἱκανὰ τὸν
[δῆμον ὠφέ]λησεν, διὸ καὶ μετὰ ταῦτα στεφανηφοροῦντος
[․․c.8․․․] πάλιν ὁ δῆμος αὐτὸν ἐχειροτόνησεν ἀντιγρα-
[φέα εἰς τὸν ἐπὶ] Διονυσικλείους ἐνιαυτόν, εἰδὼς τὴν πᾶσαν
220 [ἐπιμέλειαν πρ]οσφερόμενον τὸν ἄνδρα τοῖς κοινοῖς πράγμα-
[σιν· οὗτος δὲ τὴ]ν ἀκόλουθον φιλοτιμίαν προσενεγκάμενος
[ἐν πᾶσιν τοῖς κατὰ] τὴν ἀντιγραφίαν τῆι πόλε<ι> συμφερόντως
ἀνεστράφη· [ἔπειτ]α τοῦ τ[ε σ]τρατηγοῦ Ῥωμαίων παραγενη-
θέντος εἰς τὴν Ἀσίαν μετὰ δυνάμεων̣ ἱππικῶν τε καὶ πεζι-
225 κῶν Μαάρκου Περπέρνα Μαάρκου υἱοῦ κατὰ τῶν ἐναντία
τῆι συγκλήτῳ προ[ε]λομένων ἐπιτηδεύειν καὶ νικήσαν-
τος ἐνδόξως καὶ κυ[ρι]εύσαντος τῶν πολεμίων, ἀποδιδόν-
τος δὲ χαριστήρια ἐν [τ]ῆι Περγαμηνῶν πόλει καὶ γράψαντος
πρὸς τὸν δῆμον ὑπὲρ ὧν ἤμελλε συντελεῖν ἀγώνων τε καὶ
230 θυσιῶν, αἱρεθεὶς ὑπὸ τοῦ̣ δήμου̣ πρεσβευτὴς καὶ θεωρὸς
ἐπιφανῆ μετὰ τῶν συναποδειχθέντων τὴν ἀποδημίαν
[ἐποιήσατο —]
[․․․c.10․․․]ν̣[․․․․․․․․․․․․․․c.32․․․․․․․․․․․․․․]
[․․․c.9․․․]ωι κατ̣α[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]
235 [․․․c.10․․․] α[ἱ]ρ̣ούμε̣νος [․․․․․․․․․․c.25․․․․․․․․․․․]
[․c.6․․] βουλόμενος πα[․․․․․․․․․․c.25․․․․․․․․․․․]
[․․․․․c.14․․․․․]ε[․]α̣[․․․․․․․․․․․c.26․․․․․․․․․․․]
[․․․․c.12․․․․]α[․․․․․․․․․․․․․c.30․․․․․․․․․․․․․]
[․․․․c.13․․․․․]ρ[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]
240 [․․․․․c.14․․․․․]λ[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]
[․․․․․c.14․․․․․]ν[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]
[․․․c.9․․․] ἀπὸ [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․]
[․․․c.11․․․․] καὶ φυλα[κὴν ․․․․․․․․․c.22․․․․․․․․․]
[․․․․․c.14․․․․․]τα̣σε[․․․․․․․․․․c.25․․․․․․․․․․․]
245 [․․․․․c.15․․․․․․]προ[․․․․․․․․․․c.25․․․․․․․․․․․]
[․․․․․․c.16․․․․․․]οσ[․․․․․․․․․․c.25․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․]
250 [․․․․․․․․․․․․․․․․․․․c.43․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․c.16․․․․․․]ας, εὐσεβῶς μὲν πρὸς θεοὺς διακείμενον,
[ὁσίως δὲ πρ]ὸ̣ς γονεῖς προσενηνεγμένον, δικαίως δὲ πρὸς
[τὸν δ]ῆμον ἀεί ποτε καὶ φιλαγάθως ἔχοντα· [ἀν]αλαβόντος
[δὲ τὸ]ν τοῦ Διὸς τοῦ Ὀλυμπίου στέφανον καὶ τὴν στεφανη-
255 [φορία]ν ἐπιδεξάμενος καὶ πάντα τὰ πρὸ πόλεως ἱερὰ κοσμήσας
[στεφ]ανώμασιν καὶ τοὺς βωμοὺς τῶν θεῶν θυμιάμασιν γερά-
[ρας με]τὰ κηρύγματος ἐκάλεσεν ἐπὶ γλυκισμὸν τούς τε τῶν
[πεσόν]των υἱοὺς καὶ τοὺς πολίτας πάντας καὶ παροίκους καὶ
[ξένο]υς καὶ ἐξελευθέρους καὶ οἰκέτας, βουθυτήσας δὲ τῶι
260 [Διὶ τ]ῶι Ὀλυμπίωι καὶ τῆι Ἥραι καὶ τῆι Ἀθηνᾶι τῆι Πολιάδι καὶ
[τῶι Πα]νὶ τῶι Ἀρωγῷ ἐν τῆι νουμηνίᾳ, τὰ ἀπὸ τῶν θυσιῶν κηρύ-
[γματα] ποησάμενος τῆι δευτέραι διένιμε τοῖς πολίταις καθ’ ἕ-
[καστον] μῆνα τῆς ἐφ’ ἑαυτοῦ [σ]τ̣ε̣[φανη]φ̣ορ̣ί̣[ας,] ἐπ[ί] τε [τ]ὸ̣ν
[․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․]
265 [․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․c.35․․․․․․․․․․․․․․․․]ο[․․․c.10․․․]
[․․․․․․․․․․․․․․․․․․․․․c.46․․․․․․․․․․․․․․․․․․․․․]
[․․․․․․․․․․․․․․․c.34․․․․․․․․․․․․․․․]τ̣ι̣[․․․c.10․․․]
[․․․․․․․․․․․․c.29․․․․․․․․․․․․․]ο[υ]σία τ̣ῶ̣ν̣ [․․․c.9․․․]α
270 [․․․․․․․․․․c.24․․․․․․․․․․ παρα]κ̣α̣λ̣ῶν δ̣ὲ̣ [καὶ τοὺς ξέν]ο̣υς
[καὶ τοὺς ․․․․․․․c.18․․․․․․․] θεωρούς τε κ̣α̣[ὶ ․c.6․․]α̣ς
VII.272 [․c.5․ κ]ατ̣ὰ̣ τ̣[․․․c.9․․․ κ]α̣ὶ σύμ[παντας ․․․c.11․․․․ ἐπὶ δια]-
[νομὴν] οἴνου̣ [κ]α̣ὶ γλυκισμούς, κα[ὶ παρεμέτρησεν τῶν πολιτῶν]
ἑκάστωι πυρῶν τεταρτέως [ἥ]μ[ισυ· μή βουλόμενος δὲ στέρεσθαι]
275 τῶν τῆς προγεγραμμένης εὐωχί[ας ἡδονῶν τούς τε ξένους καὶ]
παροίκου[ς] καὶ [ὑ]στερῆσαι τῆς τῶν [διανομῶν φιλανθρωπίας, καὶ]
τούτους ὑποδέδε[κ]ται· ὁμοίως δὲ [καὶ τοὺς ․․․c.10․․․ οἷς ὁ δῆ]-
μος μετουσίαν δίδωσι καθότι καὶ [․․․․․․․․․c.22․․․․․․․․․]
μ̣ων τοὺς ἐν τῆι πατρίδι [․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]
280 τῆς τῶν καιρῶν περιστάσε[ως ․․․․․c.15․․․․․․ μηδενὸς ὑσ]-
τερεῖν φιλανθρώπου. προεπ̣[όμπευσεν δὲ καὶ ἐν τῆι τῶν Πανα]-
θηναίων ἑορτῆι βοῒ τῆς Ἀθηνᾶ[ς ἀξίαι, ἀπόδειγμα δοὺς τῆς κατὰ πάν]-
τα πρὸς θεοὺς ὁσιότητος· πε[ποίηται δὲ καὶ διὰ παντὸς τὴν πρέ]-
πουσαν ἀναστροφὴν ἐν τῆι σ[τεφανηφορίαι αὐτοῦ καὶ τοῦ θεοῦ]
285 ἀξίαν, ἐπιφανῆι τὴν πρὸς π[άντας εὔνοιαν ἀποδειξάμενος,]
ὥστε καὶ παρὰ τοῖς ἐπιδεδ̣[ημηκόσι τῶν ξένων ἀποδοχῆς τῆς]
μεγίστης τετευχέναι· δ̣[ιὰ δὲ τῶν ․․․․․․․c.18․․․․․․․ μεμε]-
ρισμένων τάς τε τιμὰς π[άσας ․․․․․․․․․c.22․․․․․․․․․ τὸν]
δῆμον δ̣ι̣α̣πεφυλα̣[․․․․․․․․․․․․․․․․c.36․․․․․․․․․․․․․․․․]
309 σα․τ̣ι̣να [․․c.7․․]λι[․c.2․]․ησα[․c.2․]σ̣[․․․․․․c.16․․․․․․] πρὸς
310 τὸν δῆμο[ν] εὐερ[γετικ]ῶς καὶ [τὴ]ν ἰδίαν κ[αλοκαγαθί]α̣[ν, ․c.3․ ἀεί]
τινος ἀγαθοῦ παραίτιον γι̣νόμενον· ἵνα [κ]α̣ὶ οἱ μετὰ ταῦτα θεω-
ροῦντες ἐν ἀποδοχῆι τῆι μεγίστηι γινομένους το[ὺς τοιού]τ̣ο̣υ̣ς
ἄνδρας προθύμους ἑαυτοὺς παρασκευάζ[ω]σιν εἰς τὰ τῆ[ι πόλει]
συμφέροντα, δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ· ἐπῃνῆσθαί τε
315 Μοσχίωνα Κυδίμου ἐπὶ τοῖς προγεγραμμένοις πᾶσιν καὶ στεφανῶ-
σαι αὐτὸν στεφάνωι χρυσέωι ἀριστείωι· τετιμῆσθαι δὲ αὐτὸν
καὶ εἰκόνι χρυσῇ τε καὶ μαρμαρίνηι ὡς καλλίσταις καὶ σταθῆναι
τὰς εἰκόνας ἐν τῶι ἐπιφανεστάτωι τόπωι τῆς πόλεως· εἶναι δὲ
αὐτὸν καὶ ἐν ἐπιμελείαι παρά τε τῆι βο[υλῆι κ]α̣ὶ τῶι [δ]ήμωι· ὑπάρ-
320 χειν δὲ Μοσχίωνι καὶ προεδρίαν ἐν τοῖ[ς ἀγ][σι πᾶσιν οὓς] ἡ πόλις
[τίθησι ․․c.8․․․]ι̣[․․c.8․․․]Ο̣[․․․․․․․․․․c.25․․․․․․․․․․․]
καὶ σίτησιν ἐμ πρυτανείωι καὶ ἐμ Πανιωνίωι καὶ μετουσίαν τῶν
ἐν τῆι βουλῇ συντελουμένων θυσιῶν καὶ τῶν ἄλλων φιλανθρώ-
πων πάντων ὧν καὶ τῆι βουλῇ μέτεστιν καὶ ἀτέλεαν τοῦ σώμα-
325 τος· ἐπιγράψαι δὲ καὶ ἐπὶ τῶν βημάτων τῶν σταθησομένων εἰκό-
νων ἐφ’ ἑκατέρου τὴν ἐπιγραφὴν τήνδε. "ὁ δῆμος Μοσχίωνα Κυδίμου
ἀρετῆς ἕνεκεν καὶ εὐνοίας καὶ καλοκἀγαθίας καὶ φιλοδοξίας τῆς
εἰς ἑαυτὸν καὶ εὐσεβείας τῆς εἰς τοὺς θεούς"· τὸν δὲ ἀγωνοθέτην τὸ[ν]
ἀποδειχθησόμενον εἰς τὸν ἐνιαυτὸν τὸν ἐπὶ Ἀπολλοδώρου καὶ τὸν
330
VIII.330 γραμματέα [τ]ῆς βο[υλῆς καὶ τοῦ δήμου]
τή[ν τ]ε τοῦ στεφάνο[υ ἀναγγελίαν ποιή]-
σασθαι ἐν τῶι θεάτρωι Δ̣[ιονυσίων αὐλητῶν]
τῶι ἀγῶνι τῶι παιδικῶ[ι, ὅταν ὁ δῆμος τὰς]
πατρίους σπονδὰς συντ[ελῆι, ἀκολούθως]
335 τοῖς γεγραμμένοις· καὶ μετὰ [τὴν ἀναγό]-
ρευσιν τοῦ στεφάνου γενέσθα[ι τὴν —]
ΛΛΤ[․c.2․]ΑΝ, ὅτ̣ι̣ "ὁ δῆμος ἐτίμησεν Μοσχίωνα]
Κ[υδ]ίμο[υ εἰ]κόνι χρυσῆι τε καὶ μαρ[μαρίνηι, ἄνδρα]
καλὸν κα[ὶ ἀγα]θὸν γενόμενον πε[ρὶ τὴν σωτηρί]-
340 αν καὶ εὐ[εργεσί]α̣ν̣ τοῦ δήμου"· κ[ατὰ τὸ αὐτὸ δὲ]
καὶ οἱ γινόμενοι καθ’ ἕκαστον ἔτ[ος ἀγωνοθέται]
τε καὶ γραμματεῖς ποιείσθωσα[ν τήν τε τοῦ στε]-
[φ]άνου ἀναγγελίαν καὶ τῶν εἰκό[νων, καθότι]
προδεδήλωται· ἵνα δὲ μὴ μόν[ο]ν ζῶντα φαί-
345 νηται τιμῶν ὁ δῆμος Μοσχίωνα, [ἀ]λ̣λὰ καὶ τῆς εἰς
τὸ χρεὼ μεταστάσεως τυχόντ[α τ]ῶν καθηκ[όν]-
των ἀξιῶν δικαίως, τὸν οἰκ[ονόμον τῆς πόλε]-
[ως —]
366 [․․․․․c.14․․․․․ συνακολουθῆσαι δὲ]
[τῆι ἐκφορᾶι τού]ς [τε π]αι[δο]νόμους [μετὰ τῶν]
παίδων [καὶ] τὸγ γυμνασίαρχον ἔχο[ντα τούς]
τε ἐφήβους καὶ τοὺς νέους καὶ τοὺ[ς στρατηγοὺς]
370 μετὰ τῶν ἄλλων πολιτῶν, ὅπ[ως ἐ]π̣ιφανοῦ[ς]
γενομένης τῆς ἐκφορᾶς εἰδότες καὶ [οἱ] λοιποὶ τ̣ὴ[ν]
πόλιν εὐχάριστον καὶ κατὰ τοῦτ[ο τὸ μέρος οὖσαν]
καὶ τοὺς ἀρίστους ἄνδρας μὴ μόνον̣ [ζῶ]ντας, ἀλλ[ὰ]
καὶ μεταλλαγέντας τιμῶσαν πολ[λ]ῶι μᾶλλον
375 ἑαυτοὺς ἐκτενεῖς παρασκευάζω̣σ[ι πρὸ]ς τὸ̣ν δῆμο̣ν̣·
τὸν δὲ μέλλοντα οἰκονομεῖν Θρασύβ̣[ουλον ποιή]-
σασθαι ἔγδοσιν τοῦδε τοῦ ψηφίσματ[ος, ὅπως ἀναγρα]-
φῆι τῆς ἀγορᾶς ἐν τῶι ἐπιφανεστάτ[ω]ι τόπωι [εἰς ὃν]
ἂν [σ]υ[νκρίνηι ὁ] ἀρχιτέκτων, ἵνα [γενομένης τῆς τῶν]
380 [τιμῶν ἀναγ]ραφῆς ἥ τε Μοσχίωνος μεγα[λοψ]υχία
[καὶ δόξα] καὶ ἡ τοῦ δήμου πρὸς τοὺς εὐεργετοῦντας
[αὐτὸν ἐ]κτένεια δι’ αἰῶνος ἐπίσημον ἔχῃ τὴν
χά̣[ριν.]
Search Help
Contact Us