Honorary decree of boule (of Priene) for Athenopolis
Kydimou; c. 130 BC (?); found at Priene: *IPriene 107 (PH,
partial).
| 1 | στεφανηφοροῦντος Ἰσοδώρου |
| τὸ δεύτερον, μηνὸς Μεταγειτν[ι]- | |
| ῶνος πέμπτηι, ὑπὲρ τιμῶν Ἀθη- | |
| νοπόλιδι Κυδίμου. | |
| 5 | Ἀθηνόπο- |
| λιν | |
| Κυδίμου. | |
| ἔδοξ[ε] τῆι βουλῆι· Λυκῖνος Λυκίνου ε̣ἶπε[ν· ἐπειδὴ Ἀ]- | |
| θηνόπολις Κυδίμου ἀνὴρ καλὸς [καὶ ἀγαθὸς ὑ]πάρχω[ν] | |
| 10 | καὶ ἄξιος τῆς τῶν προγόνων ἀρε[τῆς πρό]τερόν τε φιλά- |
| γαθον ἑαυτὸν παρεχόμενος ἐμ πᾶ[σιν ἔ]λαβεν παρὰ τοῦ | |
| δήμου τιμάς, πολλὰ καὶ χρήσιμα τ[ῆι πόλ]ει συνκατασκευ- | |
| άσας διὰ τὴν αὑτοῦ καλοκἀγαθ[ία]ν̣, καὶ μετὰ ταῦτα μέ- | |
| νων ἐπὶ τῆς αὐτῆς προθέσεως οὐδ[ενὸ]ς ἀφίσταται τῶν τῶι | |
| 15 | δήμωι συμφερόντων, καὶ λέγων κ[αὶ πρ]άσσων τὰ ἄριστα οὑ- |
| δεμιᾶς λειπόμενος φιλαγαθίας, ἄξι[ον ἑα]υτὸν παρεχόμενος | |
| τῶν προδεδομένων αὐτῶι τιμῶν̣ [καὶ ο]ὐκ ἐπιλανθανόμε- | |
| νος τῶν προειρημένων, πολὺ δὲ μᾶλλο̣[ν συ]ντηρῶν τὴν πρὸς | |
| τοὺς πολίτας εὔνοιαν, νομίζων το[ῦτο α]ὑτῶι μέγιστον ὑπάρ- | |
| 20 | χειν τὸ τὴν πρὸς τοὺς συν̣α̣νατρ[ε]φ̣ο̣[μέν]ους ἐκτένειαν συν- |
| τηρεῖν, ὅθεν ἐν οὐθενὶ λειπομένου α̣[ὐτο]ῦ̣, προσεπαύξοντος | |
| δὲ τὴν κατὰ τὸ κάλλιστον προθυ[μίαν,] καθῆκον δέ ἐστιν | |
| καὶ ἄξιον τῆς τοῦ ἀνδρὸς φ[ιλαγαθίας] ταύτης τυχεῖν τῆς | |
| τιμῆς Ἀ̣θ̣[η]νόπο[λιν πάσ]η̣ς̣, [δεδόχ]θαι τῆι βουλῆι· ἐπῃ- | |
| 25 | νῆσθαί τ̣[ε Ἀθη]νόπολιν [Κυ]δ[ίμ]ου [ὑπ]ά̣ρχον[τα ἐ]μ πᾶσιν καλὸν |
| [καὶ ἀγαθὸν —] | |
| 38 | [․․․․․․․․․․․c.26․․․․․․․․․․․ ἐὰ]ν [θέ]ληι· κατὰ τὸ αὐτὸ δὲ |
| [καὶ οἱ γινόμενοι ἀγωνοθέται τε καὶ] γραμματεῖς καθ’ ἕκαστον | |
| 40 | [ἔτος ποιείσθωσαν ἀναγγελίαν, ἐψηφισμέ]νων τῶν τιμῶν καθότι |
| [προδεδήλωται, ἵνα καὶ τοῖς λοιποῖς] φανερὰ ὑπάρχηι ἥ τε Ἀθηνο- | |
| [πόλιδος μεγαλοψυχία καὶ ἡ εὐχα]ριστία, ἣν ποιεῖται εἰς τοὺς κα- | |
| [λοὺς ἄνδρας ἡ πόλις ἡμῶν· ἀναγ]ράψαι δὲ καὶ τὸ ὑπὲρ τῶν τιμῶν | |
| [ψήφισμα εἰς τοῖχον τῆς στοᾶς τῆ]ς ἐν τῆι ἀγορᾶι εἰς ὃν ἂν συγκρί- | |
| 45 | [νηι τόπον ὁ ἀρχιτέκτων, καὶ ποιεί]σ̣θω τὴν ἔγδοσιν ὁ μέλλων οἰ- |
| [κονομεῖν καθάπερ ἂν συγγράψηι] ὁ ἀρχιτέκτων, καὶ τὸ ἐσόμενον | |
| [εἰς τὴν ἀναγραφὴν ἀνάλωμα γράψα]ι ἐλ λόγωι τῆι πόλει. |