1st honorary decree [of boule and demos] (of Priene) for Apellis Nikophontos, grammateus; 332/328 (?) BC; found at Priene: *IPriene 4, ll. 1-48 and p. 308; Holleaux, BCH 31, 1907, 382; **Wilhelm, WS 29, 1907, 2 (ll. 21-22, 42); **Graindor, Mus. belge 11, 1907, 126 (l. 26).  
[ ] IPri 4.1-48 + p. 308
See also:
1 [Ἀπέλλι Νικ]οφῶντος.
ἐ̣π̣ὶ στεφανηφόρου τοῦ θεοῦ τοῦ μετὰ Διοφάνημ μη-
[ν]ὸς Μεταγ̣ειτνιῶνος ἐν ἀρχαιρεσίαις, κυρίου συλ-
λ̣όγου γενομένου Πριηνέων αὐτονόμων ὄντων,
5 Ἀπολλόδοτος Ἀπολλοδώρου εἶπεν· ἐπειδὴ Ἄπελλις
Νικοφῶντος γραμματεὺς αἱρεθεὶς ὑπὸ τοῦ δήμου
ἔν τε ταῖς δίκαις καὶ ἐν τῆι τῶγ κοινῶγ γραμμάτων
πίστει καὶ κυριείαι καὶ ἐν τοῖς ἄλλοις τοῖς κατὰ
τὴμ πόλιμ πρασσομένοις ἅπασιν ἴσως καὶ δικαί-
10 ως τὴγ χρείαμ παρέσχηται τῶμ πολιτῶν ἑκάστωι,
καὶ περὶ τοὺς κοινοὺς τῆς πόλεως ἀγῶνας χρήσι-
μος καὶ πρόθυμος ὢν διατετέλεκεμ περὶ πλείστου
ποιούμενος τὸ τὰ δίκαια φαίνεσθαι πράττων,
νυνὶ δὲ παρελθὼν εἰς τὴν ἐκκλησίαν ἐμπεφάνι-
15 κεν, ὅτι τὰ μὲμ̣ πάντα ἔτη πεπρ[α]γμάτευται εἴκοσιν,
τούτων δὲ δεκατέτταρα ἔτη τὴν τοῖς στρατηγοῖς
γραμματείαν λ̣εληιτούργηκε δωρεὰγ καὶ τ̣οῦ ἀνα-
λώματος τοῦ γινομένο̣[υ ἐκ τῶν] νόμων τῶι τῶν νομο-
φ̣υ̣λ̣ά̣κ̣ω̣γ κ̣[αὶ τιμού]χωγ γραμματεῖ παραλέλυκε τὸν
20 δῆμογ, καὶ ὅτι ἐν τῶι χρόνωι τούτωι τετράκις ἐστεφ[ά]-
νωται ὑπὸ τοῦ δή[μ]ου, κα̣ὶ [ἐπιθ]υ[μ]εῖμ παραλυθεὶς τῆς
γραμματείας [φρούραρχ]ο[ς] γενέσθαι· ἀγαθῆι
τύχηι δεδόχ[θαι τῆι βουλῆι] κ[α]ὶ τῶι δήμωι· παραλελύσ̣-
[θ]αί τε Ἄπελ[λιν τῆς γραμματ]ε̣[ίας,] κα̣θότι ἠξίωκεν,
25 καὶ ἐπαινε̣ῖ[ν αὐτόν, ὅτι γραμματεὺς] γενόμενος
τῆς γρα[μματείας ἅπαν τὸ ἀνάλωμα ὑπε]σ[τ]ήσατο τῶι δήμωι,
ὥστε Γ[․․c.7․․ τετράκις στεφαν]ωθῆνα̣ι παρ’ αὐτοῦ
[κ]αὶ με [—]․․․α τῶν στεφάνων δια-
[τ]ετέλε[κε πράττων, καὶ στεφανῶ]σα̣ι στεφάνωι χρυσέωι
30 [τ]ῶι ἐ[κ] το[ῦ νόμου ἀρετῆς ἕνεκ]α̣ [κ]αὶ δικαιοσύνης, ἣν ἔσ-
[χε πρὸς τὸν δῆμον τὸμ Πριην]έωγ, καὶ ἀναγγεῖλαι τοῖς
[πρ]ώ̣το[ις] Διον[υσ]ίο[ις ἐ]ν τῶι [θε]ά̣τ̣[ρ]ωι τόν τε στέφανογ καὶ
τὰς ἄλλας τιμὰ̣[ς] α̣[ἷς τ]ε̣[τ][μη]κεν α̣ὐτὸ[ν] ὁ δῆμος· τῆς δὲ
ἀναγγελία̣ς ἐ[π]ι̣[μελε][σ]θ̣αι τὸ[ν] ἀγωνοθέτην· δεδόσ-
35 [θαι δ]ὲ αὐτῶι κ[αὶ προε]δ[ρ]ί̣αν ἐν τοῖς ἀγῶσι καὶ ἐμ πρυτα-
[νείωι] καὶ ἐμ Π[α]νωνί]ωι σίτησιγ καὶ ἀτέλειαν τοῦ
[τε] σ̣ώματος καὶ τῶγ κατὰ πόλιν ληιτουργιῶν πα-
[σῶν·] τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην
[λιθί]νηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ὅπως ἂν
40 [καὶ] ὁ δῆμος φαίνηται τοὺς τὰ δίκαια πράττοντας
[τιμ]ᾶγ καὶ οἱ ἀποδεικνύμενοι ἐπὶ τὰ κοινὰ τῆς πόλεως
[ἀπὸ] τοῦ δικαίου προιαιρῶνται τήγ χρείαμ παρέχεσθαι
[τ]ῶι δήμωι· τὸ δ’ ἀνάλωμα τὸ εἰς τὴν στήληγ καὶ τὴν
ἀναγραφὴγ καὶ τὸν στέφανον ὑπηρετῆσαι τὸν ἐπὶ τῆς
45 διοικ[ήσε]ως Πυθότιμον ἔσχατον τῆι διχομηνίαι τοῦ
μηνὸς τοῦ Μεταγειτνιῶνος κα̣[ὶ ἐ]νεγκεῖν ἐν τῶι λόγωι
ὃν ἀποδ[ί]δωσι τοῦ μηνὸς τοῦ Βοηδρομιῶνος τοῦ ἐπὶ
Ἱεροκλέους.
Search Help
Contact Us