Priene 22
   Honorary decree of [Samothrake] for [poet Herodes Poseidoniou] of Priene; c. 100 BC; found at Priene: *IPriene 68; **Holleaux, BCH 31, 1907, 384-5 (ll. 6-9); **Robert, RA 24, 1926, 174 (ll. 11, 14); SEG 4, 483.  
[ ] IPri 68
See also:
2 [—]δειν [․․c.7․․]
[․․․․․c.15․․․․․․ καὶ πρόσοδον πρὸς τὴν βουλὴν] καὶ τὸν δῆμον μετὰ τὰ̣
[ἱερὰ πρώτωι καὶ εὑρέσθαι ἀγαθὸν ἐάν τι βο]ύληται τῶν δυνατῶν παρὰ
5 [τοῦ δήμου· ἀναγράψαι δὲ τόδε τὸ ψήφ]ισμα εἰς στήλην καὶ ἀναθεῖναι
[εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἵνα δὲ καὶ Πριηνεῖς εἰδήσωσιν τὴν τοῦ δήμου
[εὐχαριστίαν, ἣν ἔχει εἰς τοὺς προα]ιρουμένους τὴν ὑπάρχουσαν ταῖς πό-
[λεσι φιλίαν αὔξειν, ἀεί τι πράσσ]οντάς τ[ε] καὶ λέγοντας περὶ τούτων
[ἀγαθόν, καὶ ὁ δῆμος τοὺς τοιούτους] ἂνδρας τιμῶν ἀξίως φαίνηται, δοῦναι
10 [τόδε τὸ ψήφισμα τὸμ βασιλ]έα τοῖς πρώτοις παρεσομένοις θεω-
[ροῖς, ἐκ Πριήνης καὶ ἀνενεγκεῖν αὐτὸ τῆ]ι βουλῇ καὶ τῶι δήμωι τῶι Πριηνέων καὶ
[παρακαλέσαι Πριηνεῖς φίλους ὄ]ντας καὶ οἰκείους ἐπιμεληθῆναι, ὅπ[ως]
[ἂν τὸ ψήφισμα τόδε ἀναγρα]φῇ ἔν τινι τῶν ἱερῶν καὶ ὁ στέφανος
[ἀναγορευθῇ ἐν Διονυσίοις, εἰδότας ὅτι ταῦτα] ποιήσαντες χαριοῦνται τῶι δήμωι.
Search Help
Contact Us