Honorary decree of Koinon of Ionians for Dionysios Ameniou of Priene, priest of King Nikomedes (II) Epiphanes; 128/7 BC; found at Priene: *IPriene 55 and p. 310; **Holleaux, BCH 31, 1907, 383-4 (ll. 28-30).  
[ ] IPri 55 + p. 310
See also:
1 [—]Σ̣Ε[—]
[τὸ κοινὸν τ]ῶν [Ἰ]ώ̣νων
[ὑ]πὲρ τιμῶν Διο-
νυσίωι Ἀμεινίου
5 ἐπὶ Ἀπολλοδώρου Βο-
ηδρομιῶνος.
[ἔ]δοξε τῶι κοινῶι τῶν Ἰώνων πλὴν Χίων·
ἐπειδὴ Διονύσιος Ἀμεινίου Πριηνεὺς
ἀνὴρ ἀγαθός ἐστιν καὶ εὔνους τῶι κοινῶ[ι]
10 τῶν Ἰώνων, χειροτονηθεὶς δὲ καὶ ὑπ[ὸ]
τῶν πολειτῶν ἱερεὺς βασιλέως Νικο-
μήδου Ἐπιφανοῦς βασιλέωσ<⁶¹—>⁶¹[⁵¹ως]⁵¹ Προσί]-
ου πρῶτον μὲν τὴν θυσίαν συνετέλ[ε]-
σεν καλὴν καὶ εὐσχήμονα, ἐπετέλεσέ[ν]
15 τε τὴν πομπὴν ἀξίαν τοῦ τε τῶν Ἰώνω[ν]
συστέματος καὶ τοῦ βασιλέως, ὧι ἐ̣-
πετέλει περὶ τῶν Ἰώνων τὰ ἐψη-
φισμένα τίμια, βουθυτήσας δὲ ἐ-
πιφανῶς καὶ τὰ κάλλιστα τοῖς Ἴωσιν
20 καὶ Ῥωμαίοις κατευξάμενος ἐ[κά]-
λεσεν καὶ εἰς τὴν οἰκίαν αὐτοῦ
τὴν ἰδίαν, μεταδιδοὺς σπονδῶ[ν]
τε καὶ τῆς λοιπῆς φιλανθρωπίας,
ἧς καθήκει {μεταδιδοὺς <⁶¹—>⁶¹[⁵¹σπονδῶν]⁵¹
25 τε καὶ τῆς λοιπῆς φιλανθρω[πίας]
ἧς καθήκει} τυγχάνειν τοὺς ἔ[χον]-
τας συγγενικὴν οἰκειότητ̣[α,]
τῆς συντελείας δὲ τῶν δ[εόντων περι]-
εχούσης παντάπασιν διαφό[ρων πλῆ]-
30 θος οὐκ ὀλίον χωρὶς τῶν λ[—]
οὐκ ὑπέθηκε τὰς δαπάνα[ς, ἀλλ’ εἱστία]-
σε τοὺς Ἴωνας μεγαλοπ̣[ρεπῶς, οὓς]
μὲν ἐκ παρασκ<ε>υῆς, οὓς̣ [δὲ καὶ]
ἑτοιμασάμενος ἅ δεῖ [παραχρῆμα.]
35 vacat
Search Help
Contact Us