Honorary decree of boule and demos of Iasos for Priene, foreign judge Kallikrates Apolloniou of Priene, and his grammateus; II; found at Priene: *IPriene 54, ll. 1-34, and p. 310; IIasos 74, ll. 1-34.  
[ ] IPri 54.1-34, + p. 310
See also:
1 [ἔδοξεν τῆι] β̣ουλῆι καὶ τῶι δήμωι, πρυτ[άνεων γνώμη· περὶ ὧν ἐπῆλθον Ὑψοκλῆς]
[Ἀριστοκρ]ίτου κ̣α̣ὶ Ἀ[ν]α̣ξαγόρας Θαλ[εύκτου, φύσει δὲ Εὔκτου, ἵνα ἡ βουλὴ καὶ ὁ]
[δῆμος βουλε]ύσητα̣ι, τίσιν [δε]ῖ τιμαῖς [τιμηθῆναι τὸν δῆμον τὸν Πριηνέων καὶ]
[τὸν δικαστὴν Κα]λλικράτην Ἀπολλων[ου καὶ τὸν γραμματέα Ἄτταλον Ἀττάλου,]
5 [δεδόχθαι τῆι] βουλῆι καὶ τῶι δήμωι· ἐπε[ιδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότε-
[ρον χρόνοις] εὔνους ὢν καὶ φίλος διε[τέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖ]-
[λαι δικαστὴν] ἀπέστειλεν ἄνδρα καλὸ[ν καὶ ἀγαθὸν Καλλικράτην Ἀπολλωνίου, ὃς παρα]-
[γενόμενος πρ]ὸς ἡμᾶς τινὰς [μ]ὲν σ[υνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμί]-
[ας, ἀλλὰ καὶ πᾶ]σ̣α[ν] σπουδὴν ποιού[μενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ πρὸς αὑ]-
10 [τοὺς μεθ’ ὁμον]οίας [πολιτεύωνται, τὰς δὲ διέκρινεν δικαίως, τήν τε ἄλλην]
[ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου, ἀξίως ἀμφοτέρων τῶν πό]
[λεων· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσιν]
[αὐτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς τὴν πόλιν ζητῶσιν]
[ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰδότες ὅτι ὁ δῆμος τοὺς]
15 [καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον]
[τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν καὶ στε]-
[φανῶσαι χρυσῶι στεφάνωι ἀπ]ὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, ὅτι α[ἰτησαμένων]
[ἡμῶν δικαστὴν ἀπέστειλαν ἄν]δρα καλὸν καὶ ἀγαθὸν [π]ερὶ τὰς κρίσεις, [ἐπῃνῆσθαι] δὲ [καὶ]
[τὸν δικαστὴν Καλλικράτην Ἀπ]ολλωνίου ἀρετῆ[ς ἕν]ε̣κεν καὶ καλοκἀγ[αθίας ἐπὶ τῶι]
20 [προστῆναι τῶν τε κρίσεων καὶ] τῶν συλλύσεων ἴσως καὶ δι[κ]α̣ίως· [ἐπαινέσαι δὲ καὶ]
[τὸν ἐξαποσταλέντα μετ’ αὐ]τοῦ γραμματέα Ἄτταλον Ἀττάλου ἐπὶ τῶι τ[ὴν κα]θ’ α[ὑτὸν]
[χρείαν διωικηκέναι ἐπιμε]λῶς καὶ τὴν ἐνδημίαν πεποιῆ̣σθαι μετ[ὰ πάσης ε][τα]-
[ξίας· καὶ στεφανῶσαι τὸν μὲ]ν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθ[ους το]ῦ ἐκ τῶ[ν]
[νόμων, τὸν δὲ γραμματέα] θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς κα̣ὶ π̣ρ̣[οξέ]νους τῆ̣ς
25 [πόλεως· δεδόσθαι δὲ αὐτο]ῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκ[κλησίαν] πρώτοι[ς]
[μετὰ τὰ ἱερά, περὶ πολιτεία]ς δὲ αὐτοῖς καὶ ἐκγόνοις προγράψασθαι [τοὺς προστά]τας
[καὶ τοὺς στρατηγοὺς ἐν το]ῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρε[σβευτ]ά̣ς, ο[ἵ]τ[ι]νες
[παραγενόμενοι εἰς Πριήνην] τό τε ψήφισμα ἀποδώσουσιν καὶ π[αρα]καλ[έσ]ουσιν αὐτοὺ[ς]
[οἰκείους καὶ φίλους ὑπάρ]χοντας τῆς πόλεως τὴν α̣ὐτὴν αἵρεσιν ἔ̣χ[ειν πρ]ὸς τ[ὸν]
30 [δῆμον, ἀξιώσουσιν δὲ καὶ ἵνα] οἱ̣ [σ]τέφανοι ἀναγγελθῶσιν ἐν τῶ̣ι θε[άτ]ρωι [το][ς πρ]ώτ̣[οις]
[Διονυσίοις καὶ τὸ ψήφισ]μα ἀναγραφῆι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Πολιάδος, ἵν[α]
[πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμο]ς ὁ Ἰα̣σέων καὶ τὰς πόλ[ε]ις καὶ τ̣οὺς ἄ̣νδρας τοὺς ἀγα-
[θοὺς τιμᾶι· ἀναγράψαι δὲ τ]ὸ ψήφισμα τόδε καὶ παρ’ ἡμῖν ἐν τῶι ἱερῶι τῆς [Ἀ]ρτέμι-
[δος. ᾑρέθησαν Ὑψ]οκλῆς Ἀριστοκρίτο[υ, Ἀ]ναξαγόρας Θα̣λεύκτου, φύσει δὲ Ε̣ὔ[κ]το[υ].
Search Help
Contact Us