Honorary decree of boule and demos of Iasos for Priene,
foreign judge Kallikrates Apolloniou of Priene, and his
grammateus; II; found at Priene: *IPriene 54, ll. 1-34, and p.
310; IIasos 74, ll. 1-34.
| 1 | [ἔδοξεν τῆι] β̣ουλῆι καὶ τῶι δήμωι, πρυτ[άνεων γνώμη· περὶ ὧν ἐπῆλθον Ὑψοκλῆς] |
| [Ἀριστοκρ]ίτου κ̣α̣ὶ Ἀ[ν]α̣ξαγόρας Θαλ[εύκτου, φύσει δὲ Εὔκτου, ἵνα ἡ βουλὴ καὶ ὁ] | |
| [δῆμος βουλε]ύσητα̣ι, τίσιν [δε]ῖ τιμαῖς [τιμηθῆναι τὸν δῆμον τὸν Πριηνέων καὶ] | |
| [τὸν δικαστὴν Κα]λλικράτην Ἀπολλωνί[ου καὶ τὸν γραμματέα Ἄτταλον Ἀττάλου,] | |
| 5 | [δεδόχθαι τῆι] βουλῆι καὶ τῶι δήμωι· ἐπε[ιδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότε- |
| [ρον χρόνοις] εὔνους ὢν καὶ φίλος διε[τέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖ]- | |
| [λαι δικαστὴν] ἀπέστειλεν ἄνδρα καλὸ[ν καὶ ἀγαθὸν Καλλικράτην Ἀπολλωνίου, ὃς παρα]- | |
| [γενόμενος πρ]ὸς ἡμᾶς τινὰς [μ]ὲν σ[υνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμί]- | |
| [ας, ἀλλὰ καὶ πᾶ]σ̣α[ν] σπουδὴν ποιού[μενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ πρὸς αὑ]- | |
| 10 | [τοὺς μεθ’ ὁμον]οίας [πολιτεύωνται, τὰς δὲ διέκρινεν δικαίως, τήν τε ἄλλην] |
| [ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου, ἀξίως ἀμφοτέρων τῶν πό] | |
| [λεων· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς τοῖς εὐεργετοῦσιν] | |
| [αὐτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς τὴν πόλιν ζητῶσιν] | |
| [ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰδότες ὅτι ὁ δῆμος τοὺς] | |
| 15 | [καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον] |
| [τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἧς ἔχει εἰς τὴν πόλιν καὶ στε]- | |
| [φανῶσαι χρυσῶι στεφάνωι ἀπ]ὸ πλήθους τοῦ ἐκ τοῦ νόμου, ὅτι α[ἰτησαμένων] | |
| [ἡμῶν δικαστὴν ἀπέστειλαν ἄν]δρα καλὸν καὶ ἀγαθὸν [π]ερὶ τὰς κρίσεις, [ἐπῃνῆσθαι] δὲ [καὶ] | |
| [τὸν δικαστὴν Καλλικράτην Ἀπ]ολλωνίου ἀρετῆ[ς ἕν]ε̣κεν καὶ καλοκἀγ[αθίας ἐπὶ τῶι] | |
| 20 | [προστῆναι τῶν τε κρίσεων καὶ] τῶν συλλύσεων ἴσως καὶ δι[κ]α̣ίως· [ἐπαινέσαι δὲ καὶ] |
| [τὸν ἐξαποσταλέντα μετ’ αὐ]τοῦ γραμματέα Ἄτταλον Ἀττάλου ἐπὶ τῶι τ[ὴν κα]θ’ α[ὑτὸν] | |
| [χρείαν διωικηκέναι ἐπιμε]λῶς καὶ τὴν ἐνδημίαν πεποιῆ̣σθαι μετ[ὰ πάσης ε]ὐ[τα]- | |
| [ξίας· καὶ στεφανῶσαι τὸν μὲ]ν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθ[ους το]ῦ ἐκ τῶ[ν] | |
| [νόμων, τὸν δὲ γραμματέα] θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς κα̣ὶ π̣ρ̣[οξέ]νους τῆ̣ς | |
| 25 | [πόλεως· δεδόσθαι δὲ αὐτο]ῖς καὶ ἔφοδον ἐπὶ τὴν βουλὴν καὶ τὴν ἐκ[κλησίαν] πρώτοι[ς] |
| [μετὰ τὰ ἱερά, περὶ πολιτεία]ς δὲ αὐτοῖς καὶ ἐκγόνοις προγράψασθαι [τοὺς προστά]τας | |
| [καὶ τοὺς στρατηγοὺς ἐν το]ῖς ἐννόμοις χρόνοις· ἑλέσθαι δὲ καὶ πρε[σβευτ]ά̣ς, ο[ἵ]τ[ι]νες | |
| [παραγενόμενοι εἰς Πριήνην] τό τε ψήφισμα ἀποδώσουσιν καὶ π[αρα]καλ[έσ]ουσιν αὐτοὺ[ς] | |
| [οἰκείους καὶ φίλους ὑπάρ]χοντας τῆς πόλεως τὴν α̣ὐτὴν αἵρεσιν ἔ̣χ[ειν πρ]ὸς τ[ὸν] | |
| 30 | [δῆμον, ἀξιώσουσιν δὲ καὶ ἵνα] οἱ̣ [σ]τέφανοι ἀναγγελθῶσιν ἐν τῶ̣ι θε[άτ]ρωι [το]ῖ[ς πρ]ώτ̣[οις] |
| [Διονυσίοις καὶ τὸ ψήφισ]μα ἀναγραφῆι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς τῆς Πολιάδος, ἵν[α] | |
| [πᾶσιν φανερὸν ἦι, ὅτι ὁ δῆμο]ς ὁ Ἰα̣σέων καὶ τὰς πόλ[ε]ις καὶ τ̣οὺς ἄ̣νδρας τοὺς ἀγα- | |
| [θοὺς τιμᾶι· ἀναγράψαι δὲ τ]ὸ ψήφισμα τόδε καὶ παρ’ ἡμῖν ἐν τῶι ἱερῶι τῆς [Ἀ]ρτέμι- | |
| [δος. ᾑρέθησαν Ὑψ]οκλῆς Ἀριστοκρίτο[υ, Ἀ]ναξαγόρας Θα̣λεύκτου, φύσει δὲ Ε̣ὔ[κ]το[υ]. |