Priene 5
   Honorary decree of boule and demos of Erythrai for foreign judge from Priene and his grammateus; no date; found at Priene: GIBM 418; *IPriene 50 and p. 310; IErythrai 111.  
[ ] IPri 50 + p. 310
See also:
a.1 τὸν
δῆμο-
ν
b.1 Κλέ-
αν-
δρον
Καλλι-
5 στράτου
φύσει δὲ Ἀ-
λέξι-
δος.
c.1 Μο-
αγέ-
την Παυ-
σανίου.
5
1 ἐπὶ στεφανηφόρου Δημητρίου, μηνὸς Πανήμου.
τὸ παρὰ Ἐρυθραίων, τιμῶν, δικαστῆι Κλεάνδρωι. ἔδοξεν
τῆι βουλῆι καὶ τῶι δήμωι· στρατηγῶν ἐξεταστῶν πρυτάνε-
ων γνώμη· ἐπειδὴ ὁ ἀποσταλεὶς δικαστὴς ὑπὸ τοῦ δήμου
5 τοῦ Πριηνέων Κλέανδρος Καλλιστράτου, φύσει δὲ Ἀλέξιδος,
ἐπὶ τὴν δίκην τῆς μηνύσεως τήν τε δίκην ἐδίκασεν ἀξίως τῆς
τε ἑαυτοῦ πατρίδος καὶ τῆς ἡμετέρας πόλεως, ποιησάμενος
τὴν κρίσιν ἀπὸ τοῦ δικαίου, τήν τε ἐπιδημίαν ἐποιήσατο αὐτός τε
καὶ ὁ γραμματεὺς αὐτοῦ Μοαγέτης Παυσανίου ἀξίως τῆς ἐνκεχει-
10 ρισμένης αὐτῶι πίστεως, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται μνεί-
αν ποιούμενος τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν καὶ δικαίως κρινάν-
των τὴν δίκην καὶ ἀξίως τῆς ἐξαποστειλάσης αὐτοὺς πατρίδος,
οἵ τε μετὰ τούτους παρεσόμενοι εἰς τὴν πόλιν ἡμῶν δικασταὶ θεωροῦν-
τες ἀποδιδομένας τὰς καθηκούσας τιμὰς τ[οῖς] ἀγαθοῖς ἀνδράσιν προ-
15 ΐστωνται καὶ αὐτοὶ τῶν δικαίων μετὰ [πά]σ̣ης̣ φιλοτιμίας, τύχηι ἀ̣γ̣α̣θῆι
[δ]εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι μὲν τὸν δῆμον τὸν
Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, ὅτι ὑπάρ-
χων συνγενὴς καὶ φίλος καὶ εὔνους τῶι ἡμετέρωι δήμωι καὶ
προαιρούμενος δι̣αφυλάσσειν τὴν πρὸς τὸ πλῆθος ἡμῶν εὔνοιαν
20 [ἀπέστει]λ̣εν δικαστὴν ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον ἀμφο-
[τέ]ρων τῶν πόλεων, ἐπαινέσαι δὲ καὶ τὸν δικαστὴν Κλέανδρον Καλ-
λιστράτου, φύσει δὲ Ἀλέξιδος, καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε-
φάνωι ἐπαινέσαι δὲ καὶ τὸν γραμματέα αὐτοῦ Μοαγέτην Παυσανίου
καὶ στεφανῶσαι αὐτὸν θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοί-
25 ας [τ]ῆς εἰς τὸν δῆμον· εἶναι δὲ αὐτοὺς καὶ προξένους καὶ πολίτας
τῆς πόλεως ἡμῶν, δεδόσθαι δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν
οἷς ἂν ἡ πόλις συντελῆι, ὑπάρχειν δὲ αὐτοῖς καὶ τὰς ἄλλας τιμὰς αἵ-
τινες καὶ τοῖς ἄλλοις προξένοις παρὰ τῆς πόλεως ὑπάρχουσιν,
δεδόσθαι δὲ ταὐτὰ καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὰς δὲ δεδομένας
30 τιμὰς τῶι δήμωι τῶι Πριηνέων καὶ τῶι δικαστῆι καὶ τῶι γραμμα-
τεῖ κατὰ τόδε τὸ ψήφισμα ἀναγγειλάτω {δὲ} ἐν τῶι θεάτρωι ὁ
ἀγωνοθέτης τῶν Διονυσίων· ἀποδεῖξαι δὲ καὶ πρεσβευτὴν
[ὅ]στις ἀναδοὺς Πριηνεῦσιν τόδε τὸ ψήφισμα παρακαλέσει αὐ-
[τοὺς] ὄντας συνγενεῖς καὶ φίλους καὶ εὔνους τοῦ δήμου ἐπιμέλει-
35 [αν ποιεῖσ]θαι, ὅπως αἱ δεδομέναι τιμαὶ τῶι τε δήμωι αὐτῶν καὶ τῶι
[δικαστῆι καὶ τ]ῶι γραμματεῖ ἀναγγέλλωνται παρ’ αὐτοῖς ἐν τοῖς ἐπιφα̣-
[νεστάτοις ἀγ]ῶ̣σιν, ὅταν καὶ οἱ ἄλλοι στέφανοι ἀναγγέλλωνται· καὶ ἵνα
[ἀναγραφὲν τόδε τὸ] ψήφισμα εἰς στήλην λιθίνην ἀνατεθῇ
παρ’ αὐτοῖς
40 [ἔν τινι τῶν ἱερῶν· τ]αῦτα δὲ εἶναι εἰς φυλακὴν τῆς πόλεως. πρεσ-
[βευτὴς ․c.4․ Ἡρακ]λεώτου.
Search Help
Contact Us