Decree of prytaneis of Bargylia for Priene and foreign
judges from Priene; c. 200 BC; found at Priene: *IPriene 47 and
p. 310; IIasos 607.
| I.1 | τὸν δῆ- |
| μον | |
| II.1 | Μητρό- |
| δωρον | |
| III.1 | Σῖμον |
| IV.1 | Ἀγέ- |
| λαον | |
| πρυτάνεων γνώμη· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων φίλος ὢ[ν] | |
| 5 | καὶ εὔνους καὶ ἰσοπολίτης τοῦ δήμου ἔν τε τοῖς ἄλλοις φι{λ}- |
| λανθρώπως {²⁶φιλανθρώπως}²⁶ χρώμενος διατελεῖ παρακληθείς τε ὑπὸ τ[οῦ] | |
| δήμου δικαστὰς ἀποστεῖλαι, βουλόμενος τῆι πόλει χαρί- | |
| ζεσθαι, ἀπέστειλεν ἄνδρας καλοὺς καὶ ἀγαθοὺς Μητρόδ[ω]- | |
| ρον Ἀριστοδήμου, Σῖμον Λαμπροκλείους, Αγέλαον Ἀγελάου, οἵτ[ι]- | |
| νες τῶν δικῶν τὰς μὲν συνέλυσαν προσηκόντως, τὰς δὲ ἐδίκασαν | |
| 10 | δικαίως κατὰ τοὺς νόμους, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃ- |
| νῆσθαι μὲν τὸν δῆμον τὸν Πριηνέων καὶ στεφανῶσαι αὐτὸν χρυ- | |
| σῶι στεφάνωι ἀρετῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον, ἐπῃ- | |
| νῆσθαι δὲ καὶ τοὺς δικαστὰς τοὺς ἀποσταλέντας ὑπ’ αὐτῶν | |
| καὶ στεφανῶσαι αὐτοὺς θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκεν καὶ δικαιοσύ- | |
| 15 | νης τῆς εἰς τὸν δῆμον· τῆς δὲ ἀναγγελίας ἐπιμεληθῆναι τὸν ἀγωνοθέ- |
| την, ὅπως ἀναγορευθῆι ἐν τῶι ἀγῶνι τῶι συντελουμένωι τῆι Ἀρτέ{μ}- | |
| μιδι {²⁶Ἀρτέμιδι}²⁶ τῆι Κινδυάδι· εἶναι δὲ αὐτοὺς προξένους τῆς πόλεως, δεδόσθαι δὲ | |
| αὐτοῖς καὶ πολιτείαν καὶ μετουσίαν πάντων ὧν καὶ Βαργυλιῆται με- | |
| τέχουσιν, τὰ δὲ αὐτὰ ὑπάρχειν καὶ τοῖς ἐκγόνοις αὐτῶν· τὸν δὲ ἐπιμή- | |
| 20 | νιον τῶν ταμιῶν ἐγδοῦναι, ὅπως ἀναγραφῆι τὰ ὀνόματα αὐτῶν |
| πατρόθεν ἐν στήληι, ἐν ἧι καὶ οἱ ἄλλοι πρόξενοι καὶ πολῖταί εἰσιν ἀ- | |
| ναγεγραμμένοι· ἑλέσθαι δὲ καὶ πρεσβευτὰς δύο, οἵτινες ἀφικόμενοι | |
| εἰς Πριήνην καὶ ἀποδόντες τόδε τὸ ψήφισμα παρακαλέσουσιν Πριη- | |
| νεῖς καὶ εἰς τὸν λοιπὸν χρόνον τὴν αὐτὴν αἵρεσιν ἔχοντας διαφυ- | |
| 25 | λάσσειν τὴν ὑπάρχουσαν ἐκ παλαιῶν χρόνων φιλίαν τε καὶ εὔνοι- |
| αν ταῖς πόλεσιν, καὶ νῦν δὲ ἐπιμέλειαν ποιήσασθαι, ἵνα καὶ παρ’ αὐ- | |
| τοῖς τῶν στεφάνων αἱ ἀναγγελίαι γένωνται ἐν τῶι θεάτρωι τοῖς Δι- | |
| ονυσίοις· παρακαλεῖν δὲ αὐτοὺς καὶ τόπον ἀποδεῖξαι, ἐν ὧι ἀνατε- | |
| θήσεται ἡ στήλη, ἐν ἧι τὸ ψήφισμα ἔσται ἀναγεγραμμένον. πρεσβευ- | |
| 30 | ταὶ εἱρέθησαν Οὐλιάδης Ἀπολλοδότου, Παναμύης Ἀντιγένου. |