Funerary/genealogical inscription for Antigonos Menophilou, nauarchos of King Alexander (Balas?) of Syria, and family: IIe/I: *Herrmann, Chiron 17, 1987, 183-190 (PH); Chaniotis, EA 10, 1987, 41-44; SEG 37, 992.  
[ ] Chiron 1987, 183-90
See also:
1 Ἀντίγονος Μηνοφίλου ὁ γενόμενος ναύαρχος Ἀλε-
ξάνδρου τοῦ Συρίας βασιλέως· γυνὴ τούτου Σιληνὶς
Κρασίου· υἱὸς τούτων Μηνόφιλος· γυνὴ τούτου Ἀριστοδίκη
Μενεσθέως ἡ καλουμένη Τρυφέρα· υἱοὶ τούτων Ἀντίγονος,
5 Μηνόφιλος, θυγάτηρ Ἀριστοδίκη ἡ καλουμένη Μύρτον·
γυνὴ Ἀντιγόνου Δημὼ Χειρικράτου· υἱὸς τούτων Χειρικράτης·
γυνὴ Μηνοφίλου Μητροδώρα Διονυσίου ἡ καλουμένη Θευδεΐς·
υἱὸς τούτων Μενεσθεύς· γυνὴ Χειρικράτου Ἐρω-
μένη Νικίου· υἱὸς τούτων Ἀντίγονος· γυνὴ Μενεσθέ-
10 ως Ἐνδημὶς Διοφάντου· υἱοὶ τούτων Μηνόφιλος
καὶ vacat
Search Help
Contact Us