Funerary inscription in elegiacs for Gorgias; 1/2: CIG 2892; *Kaibel 223; Peek, GVI I 1485; Wilhelm, GE 63-64, no. 83; **SEG 30, 1350 (l. 1).  
[ ] Kaibel 223
See also:
1 εὔδιον εἰς μακάρων ἀνύσαντά σε τὰν ἀόρατον, |
Γοργία εὐγήρως, ἀτρα<πι>τὸ<ν> βιότου
ὄλβου τηλεθάοντος ἐκοίμισεν ὕπνος ὁ λήθης, |
κἄντα <π>ρὸς ἑπταπόρου στᾶσέ <σ>ε <Πλη>ϊά[δος].
5 ἔξοχα δ’ αἰνήσασα θεόκτιτος ἅδε σε <γ>α<ι>α |
φροντίδι πανδήμῳ σὸν δέμας ἐκτέρισε<ν>,
οὕνεκα καὶ πατέρων ἐπὶ γυμνάδος <ἠ>δὲ φιλόπλου |
πρόσθε νέων ἀ<γ>έ<λ>ας ἔδρακεν ἁγεμόνα,
ἄλλα τ’ ἐνὶ ζωᾶ<ι> τε<λ>έσαντά σε μυρία δάμωι |
10 καρ<ύξε>ι φάμα φέν<γ>ος ὑπ’ ἀ[ε]λίου,
ἐσθ<λὸ>ν ἐν ἁμερίοισιν Ἀ<ρ>ιστέου ὑὸν ἄριστον, |
<δόξ>αν ἑὰν ἁ<παλ>οῖς παῖσι [λι]πόντ<α> φίλο<ις.>
Search Help