Epigram by demos honoring Lichas Hermophantou with
honorary inscription and recording honors by Crete, Athens, and
Rhodes; IIb: 2. Mil-Ber. 905-906; AA 1901, pp. 194-6;
Haussoullier, Milet pp. 140-142; *Milet I 2, 12a (PH).
[ ]
Milet I 2, 12a
| 1 | vacat ὁ δῆμος ὁ Μιλησίων |
| vacat Λίχαντα Ἑρμοφάντου | |
| vacat ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
| vacat τῆς εἰς αὑτόν | |
| 5 | Κρήτη μὲν στεφάνωι σε, Λίχα, καὶ Θησέος ἄστη |
| πάτρια νησαίη τ’ ἔστεφε δῖα Ῥόδος. | |
| ξυνὰ δὲ Νηλεΐδαισιν ὁμαίχμια πρῶτος Ἰώνων | |
| ἔστησας Κρητῶν φῦλα ἀναλεξάμενος | |
| Μίλητος δέ σε πατρίς, ἐπεὶ βουλῆι τε καὶ ἔργοις | |
| 10 | ἔκρινεν πάσης ἡγεμόνα πτόλιος |
| πρεσβέα τ’ εἰς βασιλεῖας ἀθώπευτον καὶ ἀμεμφῆ, | |
| ἔκτισε Βουλαίου τῶιδε παρὰ προπύλωι. | |
| οὐ νέμεσις· πατέρες γὰρ ἀριστεύοντες Ἰώνων | |
| ἔστειλαν Λυδῶν τὴν ὑπέραυχον ὕβριν, | |
| 15 | ὧν οἱ μὲν μητρώιου ἀφ’ αἵματος, οἱ δὲ καὶ ἀνδρῶν |
| δέδμηνται πάσηι κόσμος Ἰαονίηι. |