Honorary inscription for Septimius Severus by boule and
demos of Miletos; AD 195: CIG 2878; *LW 212; **Milet I 7, 240.
1 | [τῆς π]ρ̣ώτης [τ]ῆς Ἰων[ι]- |
α̣[ς ᾠ]κισμένης καὶ μητρο- | |
πόλεως πολλῶν καὶ μεγάλω[ν] | |
πόλεων ἔν τε τῷ Πόντῳ καὶ τ[ῇ] | |
5 | Αἰγύπτῳ καὶ πολλαχοῦ τῆς ο[ἰ]- |
κουμένης Μιλησίων πόλε- | |
ως ἡ βουλὴ καὶ ὁ δῆμος Αὐ- | |
τοκράτορα Καίσαρα, Μάρκου Αν- | |
τωνείνου Εὐσεβοῦς Γερμα- | |
10 | νικοῦ Σαρματικοῦ ὑόν, θεοῦ |
Ἀντωνείνου Εὐσεβοῦς ὑω- | |
νόν, θεοῦ Ἁδριανοῦ ἔγγονον, | |
θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ | |
θεοῦ Νερούα ἀπόγονον, Λού- | |
15 | κιον Σεπτίμιον Σεουῆρον |
Περτίνακα Εὐσεβῆ Σεβα- | |
στὸν Ἀραβικὸν Ἀδιαβηνικὸν, | |
πατέρα πατρίδος, ἀρχιερέ- | |
α μέγιστον, δημαρχικῆς | |
20 | ἐξουσίας τὸ γʹ, αὐτοκράτορα τ[ὸ] |
ζʹ, ὕπατον τὸ βʹ, ἀνθύπατον· ἐ- | |
πιμεληθέντος τοῦ ἀρχι- | |
πρυτάνιδος Κτησίου τοῦ Κτ[η]- | |
σίου καὶ τῶν συναρχόντων | |
25 | αὐτοῦ Ἑστιαίου του Ἐπιγόνου |
τ[ὸ] βʹ, Βυβλιανοῦ τοῦ Νικάνορος, | |
Ἀγαθόποδος τοῦ Στρατονεί- | |
κου, Ἀφροδεισίου τοῦ Ποσι- | |
δωνίου Ἑρμοῦ τοῦ Διονυ- | |
30 | σίου. #⁹⁴⁰ |