Letter of proconsul Caecina Paetus to archontes of Miletos on cult of theoi sebastoi Kabiroi; 11: 6. Mil-Ber. 26-27; *Milet I 9, 360; SEG 4, 425.  
[ ] Milet I 9, 360
1 Καικῖνα Παῖτος ἀνθύπα̣[τος]
Μιλησίων ἄρχουσι v χαίρει̣].
ἐ̣[νέτ]υχέν μοι Τίμων Μενέ-
στορος πολείτης ὑμέτερος,
5 ἱερεὺς θεῶν σεβαστῶν Καβίρω̣ν̣
αἰτούμενος τὰ προγονικὰ δί-
καια, ἃ καὶ τοῖς πρὸ αὐτοῦ συνιε-
ρεῦσιν ἦν ἐξ ἔθους εἴς τε τὰς
θυσίας καὶ τὰς ἱερουργίας ταὶς
10 ὡρισμέναις προθεσμίαις ἐδί-
δοτο, καὶ τούτῳ χορηγεῖσθαι.
εὔλογον οὗν αὐτοῦ νομίζων
τὸ αἴτημα καθήκειν ὑπολαμ-
βάνω ὑμεῖν ταῖς θυσίαις τῶν
15 θεῶν, καθὼς κατ’ ἐνιαυτὸν ἔ-
θος ἐστίν, ἐπιχορηγεῖν̣.  ἔρρω̣σ̣[θε].
Search Help
Contact Us