Peace treaty with Magnesia (Mai.); 196/c. 175 BC; found at Miletos: Mezger, Inscriptio Milesiaca; *Milet I 3, 148; **Syll43 588 (ll. 5, 8, 10, 11, 13, 17, 73); **Robert, Anatolia 4, 1959, 15-24 (l. 34); SEG 19, 677; SEG 34, 1172; **Wörrle, Chiron 18, 1988, 432 (l. 90); Errington, Chiron 19, 1989, 279-288; SEG 37, 983.  
[ ] Milet I 3, 148
0 vacat συνθῆκαι Μ̣[ιλ]ησίων καὶ Μαγ̣[νήτων].
ἀ̣γαθῆι τύχηι· ἐπὶ τοῖσδε συ[νε]λύθησαν Μάγνητες καὶ Μιλή̣[σιοι]
σ̣υνλυσάντων αὐτοὺς τῶν π̣[αρα]γεγενημένων πρεσβευτῶν κ̣α̣[ὶ]
[κ]αταστησάντων εἰς τὴν ἐξ ἀρ̣χ̣[ῆς φι]λίαν ἀπὸ μὲν τῶν πόλεων· Ῥ̣[ο]-
5 [δ]ί̣ων Φιλοστράτου τοῦ Ἀ̣[γάθ]ω̣[νος, ․․․] ․α̣ τοῦ Σωσικράτους, καθ’ ὑοθεσί[αν δὲ]
[Β]άτωνος, Νικοστράτου [τοῦ Τ]εισ̣ύλου, Ἀ̣[θ]ηναίων Ἀλεξίωνος τοῦ
Σ̣πευσίππου Ἀζην[ιέω]ς, Θεο[κ]λ̣ε̣ίους [το]ῦ Δεξιθέου Φ̣υ̣λ̣α̣σίου, Θεοπό̣[μ]-
[π]ο̣υ τοῦ Δημοκλεί̣ους ἐκ̣ [Κο]λ̣ω̣ν̣<έ>ω̣ν̣, Κ̣ν̣ι̣δ[ίων Π]τολεμαίου τοῦ Χ̣έ̣ρ̣[σωνος],
[Ἀρ]χεστράτου το[ῦ Ἀ]ρ̣χ̣ι̣δάμ̣ου, [Μυ]νδίων [․․․․․12․․․․․]ε̣υς, Ἡγέ̣μο[ν]ο[ς τοῦ ․․․]
10 [ά]ρ̣χ̣ο̣υ̣, Σαμίων Θεομνήστου το[ῦ] Ἀλέξο[υ, — τοῦ —],
[Σ]τησαγόρου τοῦ Θεσαλοῦ, Ἁλικαρνα[σσέων — τοῦ —],
[Θ]εομνήστου τοῦ Ἱεροκλείους, Παυσ̣α̣[νίου τοῦ —, Καυ]-
[ν]ίων Διονυσικλείους τοῦ Ὀλυμπίχο[υ, — τοῦ —, Μυλα]-
[σ]έ̣ων? Ἀπολλωνίου τοῦ Νυσίου, Ἰάσο[νος τοῦ Διονυσίου],
15 [Ὑ]σ̣σαλδώμου τοῦ Εἰρηναίου, Τηΐω[ν —]
[Ἀ]ντιπάτρου τοῦ Νυμφοδώρου, Κυζι[κηνῶν —]
[τ]οῦ Ἀντικράτου, Ἀχαιοῦ τοῦ Συννόμο[υ, — τοῦ —],
ἀπὸ δὲ τοῦ κοινοῦ τῶν Ἀχαιῶν Δα[μοξένου τοῦ —]
ἀπὸ Μεγάλης πόλεως Φρασιαρίδα το[ῦ —, ἀπ’ Ἀντιγο]-
20 ]ε̣ίας Διοκλείου<ς τοῦ> Ἀγησιλόχου, ἀπὸ Πατ̣[ρῶν — τοῦ]
Σελεύκου, Ἀριστείδου τοῦ [— καὶ τῶν ἐπὶ τὴν]
[σύ]ν̣θεσιν ἀποσταλέντων παρὰ [μὲν Μαγνήτων —]
[τ]οῦ Διοσκουρίδου, Ἐπικράτου τοῦ Δι[οκλείους, Πυθοδότ]ου τοῦ Χαρι-
σ̣ί̣ου, Πυθοκλείους τοῦ Ἡγησ̣[ίππου, Δ]ημητρίου τοῦ Ε̣ὐμήδου[ς],
25 [παρὰ] δὲ Μιλησίων Θεογ̣[ένους] τ̣οῦ Λεωδάμαντος, Ἀλεξάνδ̣-
[ρου τοῦ Δημητρίου, Δαμ]α̣σίου τοῦ Γλαυκίππου, Ἀντιγόνου τ̣ο̣[ῦ]
[Ἑκαταίο]υ, Ἀρτεμιδώρου τοῦ Ἡροδότου· εἶναι εἰς ἅπαντα τὸ[ν]
[χρ]ό̣νον εἰρήνην καὶ φιλίαν Μάγνησι καὶ Μιλησίοις· τῆς δὲ χώρ̣[ας]
[τ]ῆς περαίας, ὑπὲρ ἧς διεφέροντο Μάγνητες καὶ Μιλήσιο̣[ι, ὅ]-
30 [ρ]ον ὑπάρχειν αὐτοῖς τὸν Ὕβανδον ποταμὸν καὶ ἀπὸ το̣[ῦ]
[πο]ταμοῦ τούτου τὴμ μὲν ὑπεράνω πᾶσαν εἶναι Μαγνήτων, τὴ[ν δ’]
[ἀπ]οκάτω πᾶσαν ἕως θαλάσσης εἶναι Μιλησίων· καταπῆ[ξαι]
[δὲ] πέτρους καὶ στῆσαι ἐπ’ αὐτῶ̣ν̣ στήλας ἑκατέρους παρὰ [τὸ ῥεῖ]-
[θρο]ν̣ τοῦ ποταμοῦ ἐν τοῖς αὑτῶν μέρεσιν, καθότι ἐπέγνωσαν [ἐπὶ]
35 [το]ὺς τόπους παραγενόμενοι οἱ ἀπεσταλμένοι ἐπὶ τὰς συνλύ[σεις]
[πρ]εσβευταί, καὶ εἶναι αὐτοῖς ὅρον διὰ παντὸς τό τε νῦν ὑπάρχ̣[ον]
[ῥεῖ]θρον τοῦ ποταμοῦ τοῦ Ὑβ̣αν̣δο̣υ̣ καὶ τοὺς παρατεθέντας π[έτ]-
ρ̣ους καὶ τὰς ἐπ’ αὐτῶν στήλας· ἵνα δὲ ὦσιν ἀσφαλεῖς αἱ σ[υνλύ]-
[σει]ς καὶ διαμένηι ἡ εἰρήνη καὶ φιλία εἰς τὸν ἀεὶ χρόνον ἀμφοτέραι̣[ς]
40 [τ]αῖς πόλεσιν, μὴ εἶναι μήτε Μάγνησιν τὴν Μιλησίων χώραν μ̣[η]-
[τ]ε̣ τὴν περαίαν μήτε ἄλλην μηδεμίαν μηδὲ φρούριον, μήτε Μιλησίο̣[ις]
[τὴ]ν Μαγνήτων χώραν μήτε τὴν περαίαν μήτε ἄ̣λλην μηδεμίαν μη̣δ̣[ὲ]
[φρ]ο̣ύριον παρὰ μηθενὸς λ̣αβεῖν μήτε δι’ α̣ὑτῶν μήτε δι’ ἑτέρων μήτ<ε> ἐγ κτ̣[ήσει]
[μή]τε ἐν δόσει μήτε ἐν ἀναθέσει μήτε <ἐν> καθιερώσει μήτε κατ’ ἄλλον τρόπ[ον μη]-
45 [θέ]να μηδὲ κατὰ παρεύρ̣εσιν μηδεμίαν· εἰ δὲ μ̣ή, ἄ̣κυρον εἶναι τ̣ὴγ γενομέν̣[ην]
[δ]ό̣σιν ἢ ἀνάθεσιν ἢ καθιέρωσιν ἢ κτῆσιν ἢ ἐάν τις γένηται παρεύρεσι̣[ς ἢ] τρό-
[πο]ς τισποτεοῦν ἢ δι’ αὐτῶ̣ν̣ ἢ δι’ ἑτέρων.  τοῖς δὲ ἔχουσιν σῦλο̣ν̣ ἢ κατὰ Μαγ̣[νή]-
των ἢ κατὰ Μιλησίων μηδὲ ἑτ̣έ̣ραμ̣ πόλιν ὁρμητήρια παρέχειν μηδ’ ὑπ̣[ο]-
[δ]έχεσθαι μηθὲν τῶν λαμβανομένων τ[ρ]όπωι μηθενὶ̣ μηδὲ παρε̣υ̣[ρέ]-
50 [σ]ει μηδεμιᾶι· ἐὰν δέ̣ τινα τῶν̣ ἀ̣π[εσ]κ̣ε̣υα̣σμένων ἢ μεθεσταμένω[ν]
ἐ̣ν τῶι συνστάντι πολέμωι βούλωνται μετάγειν ἢ Μάγνητες διὰ τῆς Μ̣[ι]-
λ̣ησίων χώρας ἢ Μιλήσιοι διὰ τῆς Μαγνήτων, εἶναι αὐτοὺς ἀτελεῖς, ἐ-
ὰ̣μ μετάγωσιν μετὰ μῆνας δύο ἀπὸ τοῦ χρόνου τοῦ τῆς συνθήκη̣[ς].
ὅ̣σ̣α δ’ ἂν κατὰ πόλεμον ἀποσκευάζωνται ἢ μεθιστάνωσιν ἢ Μάγνητ[ες]
55 εἰς τὴν Μιλησίων ἢ Μιλήσιοι εἰς τὴν Μαγνήτων ἢ οἱ κατοικοῦντες ἐν [ἑ]-
[κ]ατέ[ρ]ᾳ̣ τῶν πόλεων ἢ διάγωσι̣ν̣, [ἵν]α̣ ἀποκαθιστάνωσιν εἰς τὴν ἰδίαν, ε[ἶ]-
[ν]α̣[ι] ταῦτα ἀτελῆ καὶ προνοεῖν [ὑ]πὲρ̣ α̣ὐτῶν τοὺς ἄρχοντας τοὺς ἐν ἑκα-
[τέ]ρ̣αι τῶν πόλεων.  εἶναι δὲ τὴν α̣ὐτ̣ὴν εἰρήνην καὶ Πριηνεῦσι τοῖς συνμα-
[χή]σ̣ασι Μάγνησιν και Ἡρακλεώταις τοῖς συνμαχήσασι Μιλησίοις.  ὁπό-
60 [σ]ο̣ι δὲ στρατηγ[έ]τ̣αι ἢ ἐστρατηγήκασιν ἢ ἥγηνται ἢ συνηργήκασιν ἡιτινιοῦ̣[ν]
[π]ό̣λει τῶν προγεγραμμένων ἢ συνμεμαχήκασιν τ̣ρ̣όπωι ὁτωιοῦν, ὑπάρχει[ν]
πᾶ̣σ[ι] τούτοις ἄδε̣ιαν καὶ ἀμνηστίαν, ὧν πεπράχασιν ἐν τῶι πολέμωι, καὶ μὴ ὑπ[έ]-
[χ]ε̣ιν αὐτοὺς ἔγκλημα μήτε δημοσίαι μήτε ἰδίαι περὶ μηθενὸς τῶν προγεγονό̣-
τ̣ων ἕως τ̣οῦ τῆς συνθήκης χρόνου.  ὁπόσα δ̣ὲ αἰχμάλωτα σώματα πολ̣[ι]-
65 τικὰ εἰλημμένα ἐν τῶι πολέμωι ἐστὶν ἢ ἐμ Μαγνησίαι ἢ ἐμ Μιλήτωι
ἢ̣ ἐ̣ν Ἡ̣ρακλέαι ἢ ἐν <Πριήνηι ἐν> δημοσίωι, ἀποδοῦναι ἑκάστημ πόλιν τὸν ἴσον [ἀρ]ι̣θμὸν δι[ὰ]
τ̣ῶ̣ν πρεσβειῶν τῶν ἀπεσταλμένων ἐπὶ τὰς συ̣ν̣λύσεις· τοὺς δὲ ὑπεράγον-
τ̣α̣ς αἰχμαλώτους τοὺς Μιλησίων χαριζόμενος ὁ δῆμος ὁ Μ̣αγ̣νήτων ἔδωκεν [ἄ]-
[ν]ε̣υ̣ λύτρου Ῥοδίοις· τοὺς δὲ ὄντας αἰχμαλώτους πα̣ρ̣ὰ τοῖς ἰδιώταις Μαγ̣ν̣[ή]-
70 τ̣ων ἢ Πριηνέων ἢ Μιλησίων ἢ Ἡρακλεωτῶν ἐ̣κ̣λυτροῦσθαι Μάγνητας μέ̣[ν],
[ὅ]σοι ἂν ὦσιν Μιλησίων ἢ Ἡρακλ̣εωτῶν ἐμ̣ Μ̣α̣γ̣[νη]σ[ί]α̣ι ἢ Πριήνῃ, Μιλησίους δ̣[έ],
[ὅσοι] ἂ̣ν ὦσιν Μ̣αγνήτων ἢ Πριηνέων ἐ̣μ̣ Μ̣ι̣λ̣ήτωι κ̣α̣ὶ̣ ἐν Ἡρακλέαι· ἀναπέμ̣-
[πειν δὲ τοῖς ἥκουσ]ι̣ν πρε̣[σβευταῖς ξένια] τοὺς ἄρχοντας τοὺς ἐν τ̣[αῖς]
[πόλεσιν ἑκάσταις —]․4․․υ․4․․α κατὰ τῶν̣ [․․]
75 [—]ε̣ς̣ πρὸς τοὺ[ς —]
75a {²Several lines missing.}²
76 [․․․․11․․․․․ εἰ]ς̣ τ̣ὸ̣ [ἱερὸν? —]
[κυρωθεισῶν δὲ] τ̣ῶν συνθηκῶν ο̣[ἱ μὲν παρὰ Μαγνήτων ἀπεσταλμένοι πρεσβευταὶ]
[παραγενόμεν]οι εἰς Μίλητον ὁρκισάτ̣[ωσαν τὸν δῆμον τὸν Μιλησίων· οἱ δὲ παρὰ]
[Μιλησίων ἀπεσ]ταλμένοι ἐπὶ τὴν σύνθεσι̣ν̣ [παραγενόμενοι εἰς Μαγνησιαν ὁρκισά]-
80 [τωσαν τὸν δῆμο]ν̣ τὸν Μαγνήτων· ὅρκια δὲ πα̣[ρεχέτωσαν Μάγνητες μὲν Μιλησί]-
[οις, Μιλήσιοι δὲ] Μ̣άγνησιν· ὀμνύτωσαν δὲ ἱερὰ κα[ίοντες τὸν ὅρκον τὸν ὑπογε]-
[γραμμένον· ὅρκο]ς Μαγνήτων· ὀμνύω τὴν Ἄρτεμιν [τὴν Λευκοφρυηνὴν καὶ τοὺς]
[ἄλλους θεοὺς πά]ν̣τας καὶ πάσας διαφυλάξειν τὰς συν̣[θήκας καὶ ἐμμενεῖν τοῖς]
[δεδογμένοις καὶ] μ̣ὴ μνησικακήσειν περὶ μηθενὸς τῶν προ̣[γεγονότων· εὐορ]-
85 [κοῦντι μὲν εὖ εἶνα]ι, ἐφιορκοῦντι δὲ τἀναντία.  ὅρκος Μιλησίων· ὀμν̣[ύω τὸν Ἀπόλλω]-
[να τὸν Διδυμέα και] τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας διαφυλάξειν τ̣ὰ̣[ς]
[συνθήκας καὶ ἐμ]μενεῖν τοῖς δεδογμένοις καὶ μὴ μνησικακήσειν περὶ μηθε̣-
[νὸς τῶν προγεγο]ν̣ότων· εὐορκοῦντι μὲν εὖ εἶναι, ἐφιορκοῦντι δὲ τἀναντία.
[ἄρχειν δὲ τῆς συν]θήκης, ὡς μὲν Μιλήσιοι ἄγουσιν, στεφανηφόρον θεὸν τὸν με-
90 [τ’ Μενάλκην? κ]α̣ὶ μῆνα Πυανοψιῶνα καὶ ἕκτην ἐπὶ δέκα, ὡς δὲ Μάγνητες
[ἄγουσιν, στεφαν]η̣φόρον Ἀριστέα και μῆνα Ἁγνεῶνα καὶ πέμπτη<ν> ἐπὶ δέκα.
[δοῦναι δὲ τῶν συ]νθηκῶν ἀντίγραφον ἐσφραγισμένον τοῖς παρὰ Ῥοδίων
[πρεσβευταῖς, ὅπ]ως διατηρῆται καὶ ἐν τῆι Ῥοδίων πόλει ἕως τοῦ ἀντιγρα]-
[φῆναι εἰς τὰς στή]λας.
Search Help
Contact Us