Treaty with Phaistos forbidding enslavement and including under terms Polyrrhenia; 259/233*** BC: *Milet I 3, 140C; ICret I Phaistos no. 1; Staatsverträge III 482III; SEG 29, 1135.  
[ ] Milet I 3, 140C
51 Φαιστίων.
τάδε συνέθεντο Φαίστιοι καὶ Μιλήσιοι κοσμιόν<των τῶν> σὺμ Μητιόχω̣[ι]
ἐμ Φαιστῶι, ἐμ Μιλήτωι δὲ στεφανηφόρου Δημητρίου· σῶμ[α]
ἐλεύθερον μὴ ὠνείσθω ὁ Μιλήσιος Φαίστιον μηδ’ ὁ Φαίστιος Μιλ[ή]-
55 σιον, ἂμ μὴ κελομένου πρίαται· ἂν δὲ κε<λ>ομένου πρίαται, τᾶς ἰσων̣[ί]-
ας ἀπολυσάτω· ἂν δὲ μὴ κελομένου πρίαται, ἀπαγέσθω ὅ τε Φαίσ̣-
τιος ἐγ Μιλήτου καὶ ὁ Μιλήσιος ἐκ Φαιστοῦ· ἂν δέ τις δοῦλον πρία-
ται ὠνᾶι καὶ πράσει καὶ μὴ ἀνδραποδίξηται, ἀποδοὺς τὰν τιμὰν̣
ὁ ἐφαψάμενος, ὅσου ἐπρίατο, τῶι ἔχοντι, τὸ σῶμα ἀγαγέσθω.  ἂν̣
60 δέ τι ἀντιλέγωσιν περὶ ὁτινοσοῦν, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς
τοῦ ἐμπορίου ἐπιμελητὰς πενθ’ ἁμερᾶν, ἐμ Φαιστῶι δὲ τὸ δικασ-
τήριον τὸ πολιτικὸν πένθ’ ἁμερᾶν.  τὰς δὲ πράξεις εἶναι ἐμ Μιλή-
τωι μὲν κατὰ τὸν νόμον τῶν τοῦ ἐμπορίου ἐπιμελητῶν, ἐμ Φαισ-
τῶι δὲ τοὺς κόσμους πράξαντας ἀποδοῦναι τρόπωι, ὧι ἂμ βού-
65 λωνται, ἐν ἁμέραις δέκα, ἀφ’ ἇς κα καταδικασθῆι.  ἀναγράψαι δὲ τὰς
συνθήκας ἐμ Φαιστῶι μὲν εἰς τὸ πρυτανεῖον, ἐμ Μιλήτωι <δὲ> εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος.  κατὰ ταὐτὰ Ματάλιοι, Πολυρήνιοι.
Search Help