Treaty with Olbia affirming rights to entry, participation
in cults, ateleia, and citizenship of Milesians in Olbia and
Olbians in Miletos; c. 350/c. 315 BC: *Milet I 3, 136; Syll3 286;
Tod 195; Staatsverträge III 408; Chaniotis, ZPE 64, 1986, 160
(non vidi); SEG 36, 1044; SEG 37, 982.
[ ]
Milet I 3, 136
| 1 | τάδε πάτρια Ὀλβιοπολίταις καὶ Μιλησ[ί]- |
| οις· τὸμ Μιλήσιον ἐν Ὀλβίῃ πόλει ὡς Ὀλ- | |
| βιοπολίτην θύειν ἐπὶ τῶν αὐτῶμ βω- | |
| μῶν καὶ εἰς τὰ ἱερὰ τὰ αὐτὰ φοιτᾶν τὰ | |
| 5 | δημόσια κατὰ τὰ αὐτὰ καὶ Ὀλβιοπολί- |
| τας· εἶναι δὲ καὶ ἀτελείας Μιλησίοις κα- | |
| θάσσα καὶ πρότερον ἦσαν· ἐὰν δὲ θέληι | |
| τιμουχιῶμ μετέχειν, ἐπὶ βουλὴν ἐπίτω | |
| καὶ ἀπογραφεὶς μετεχέτω καὶ ἔστω | |
| 10 | ἐντελής, καθότι καὶ οἱ ἄλλοι πολῖταί |
| εἰσίν· εἶναι δὲ καὶ προεδρίαγ καὶ εἰσκη- | |
| ρύσσεσθαι εἰς τοὺς ἀγῶνας καὶ ἐπα- | |
| ρᾶσθαι ταῖς τριακάσιγ, καθάσσα καὶ | |
| ἐμ Μιλήτωι έπαρῶνται· ἐὰν δέ τι συμβό- | |
| 15 | λ̣αιον ᾖ τῶι Μιλησίωι ἐν Ὀλβίαι, ἰσχέτω δί- |
| κηγ καὶ ὑπεχέτω ἐμ πένθ’ ἡμέραις ἐπὶ | |
| τοῦ δημοτικοῦ δικαστηρίου· εἶναι δὲ | |
| [ἀ]τελεῖς πάντας Μιλησίους, πλὴν̣ ὅσοι | |
| ἐν ἄλλῃ πόλει πολιτεύονται καὶ ἀρχείω<μ> | |
| 20 | μετέχουσιγ καὶ δικαστηρίων, κατὰ ταὐ- |
| τὰ δὲ καὶ Ὀλβιοπολίτας ἐμ Μιλήτωι ἀτε- | |
| λεῖς εἶναι, καὶ τὰ ἄλλα κατὰ τὸν αὐτὸν | |
| τρόπον Ὀλβιοπολίταις ἐμ Μιλήτωι ὑπάρ- | |
| χειγ καθότι καὶ Μιλησίοις ἐν Ὀλβίῃ πόλει. |