Honorary decree (of gerousia?) for gymnasiarchs (no name)
Dion[ysiou], Eirenias Artemonos, and Apollonios Kallikleous; c.
100 BC: *Milet I 9, 368; SEG 4, 425.
[ ]
Milet I 9, 368
0 | {²1 line?}² |
[—]ς̣ Διον̣[υσίου καὶ Εἰρη]- | |
[νίας Ἀρ]τέ̣μ̣ω̣νος καὶ Ἀπολλώνιος Ἀπολλ[ω]νί[ου] το[ῦ] | |
Καλλικλ̣έ̣ους vv κατασταθέντες γυμνασί̣[α]ρ̣χ̣ο[ι] ε̣ἰ̣ς̣ τὸ[ν] | |
[ἐ]νιαυτὸν τὸν ἐπὶ Ἀριστάνορος v τήν τε τοῦ ἐλαίου θ̣έ̣- | |
5 | [σι]ν ἐποιήσαντο καλῶς καὶ πρεπόντως τῇ περὶ αὐτο[ὺς] |
ὑπαρχούσῃ πρὸς τὸ πλῆθος ἀλυπίαι, προσέστησαν δὲ | |
[κ]αὶ τῆς τοῦ τόπου σεμνότητος βουλόμενοι συντηρῖν | |
ὅσον ἐφ’ ἑαυτοῖς τὸ ἀξίωμα τῆς γερουσίας, ἐπετέλεσαν δὲ̣ | |
[κ]αὶ τὴν γεινομένην ἐν τῶι μηνὶ τῶι Θαργηλιῶνι τῶι τ[ε] | |
10 | Ἑρμεῖ καὶ Ἡρακλεῖ θυσίαν ἐκ τῶν ἰδίων καταγοράσαντε[ς] |
τ̣αῦρον, ὃν καὶ καλλιερήσαντες διένιμαν τῆι γερουσίαι, τὸ | |
δὲ ἐξαιρούμενον εἰς ταῦτα διάφ̣ορον ἀνέδωκαν βουλό- | |
μ̣ενοι ἐπαύξιν τὸ κοινὸν καττὰ{ι} v περὶ τούτων ἐψηφισ- | |
μένα, ἔν τε τῶι Ποσιδεῶνι μηνὶ συνετέλεσαν τὴν κατὰ ψ̣[ή]- | |
15 | φισμα τοῦ δήμου γινομένην ἔνκαυσιν Ἀντιόχωι ἥρωϊ κατα̣- |
θύσαντες ταύρους δύο, ἀφ’ ὧν ἰσήννινκαν εἰς τὸ γυμνάσιον τὰ | |
[γινό]μενα τοῖς τε ἐφήβοις καὶ νέοις ἆθλα, τὰ δὲ λοιπὰ κρέα διένιμ[αν] | |
[τοῖς] γέρουσιν· ἰσήνινκαν δὲ καὶ ἰς τὸ γυμνάσιον ἐν τῇ διαδρο̣- | |
[μῆι] τ̣ὸ ἔλαιον· συνετέλεσαν δὲ καὶ τὰς τοῖς ἀπολελοιπόσι [τι]- | |
20 | [μὰς] πάσας καθηκόντως κατα%⁸⁰%⁸⁰κλίναντές τε τὴν γερου[σίαν] |
[εὐώ]χησαν ἐπιμελῶς καθόλου τε ἐν πᾶσιν τοῖς κατὰ τὴν γυ[μνα]- | |
[σιαρ]χίαν παρέσχοντο αὑτοὺς πρὸς πάντα ἀνενκλήτους καθη[κ]- | |
[όντως —] |