Honorary decree (of gerousia?) for gymnasiarchs (no name) Dion[ysiou], Eirenias Artemonos, and Apollonios Kallikleous; c. 100 BC: *Milet I 9, 368; SEG 4, 425.  
[ ] Milet I 9, 368
0 {²1 line?}²
[—]ς̣ Διον̣[υσίου καὶ Εἰρη]-
[νίας Ἀρ]τέ̣μ̣ω̣νος καὶ Ἀπολλώνιος Ἀπολλ[ω]ν[ου] το[ῦ]
Καλλικλ̣έ̣ους vv κατασταθέντες γυμνασί̣[α]ρ̣χ̣ο[ι] ε̣ἰ̣ς̣ τὸ[ν]
[ἐ]νιαυτὸν τὸν ἐπὶ Ἀριστάνορος v τήν τε τοῦ ἐλαίου θ̣έ̣-
5 [σι]ν ἐποιήσαντο καλῶς καὶ πρεπόντως τῇ περὶ αὐτο[ὺς]
ὑπαρχούσῃ πρὸς τὸ πλῆθος ἀλυπίαι, προσέστησαν δὲ
[κ]αὶ τῆς τοῦ τόπου σεμνότητος βουλόμενοι συντηρῖν
ὅσον ἐφ’ ἑαυτοῖς τὸ ἀξίωμα τῆς γερουσίας, ἐπετέλεσαν δὲ̣
[κ]αὶ τὴν γεινομένην ἐν τῶι μηνὶ τῶι Θαργηλιῶνι τῶι τ[ε]
10 Ἑρμεῖ καὶ Ἡρακλεῖ θυσίαν ἐκ τῶν ἰδίων καταγοράσαντε[ς]
τ̣αῦρον, ὃν καὶ καλλιερήσαντες διένιμαν τῆι γερουσίαι, τὸ
δὲ ἐξαιρούμενον εἰς ταῦτα διάφ̣ορον ἀνέδωκαν βουλό-
μ̣ενοι ἐπαύξιν τὸ κοινὸν καττὰ{ι} v περὶ τούτων ἐψηφισ-
μένα, ἔν τε τῶι Ποσιδεῶνι μηνὶ συνετέλεσαν τὴν κατὰ ψ̣[ή]-
15 φισμα τοῦ δήμου γινομένην ἔνκαυσιν Ἀντιόχωι ἥρωϊ κατα̣-
θύσαντες ταύρους δύο, ἀφ’ ὧν ἰσήννινκαν εἰς τὸ γυμνάσιον τὰ
[γινό]μενα τοῖς τε ἐφήβοις καὶ νέοις ἆθλα, τὰ δὲ λοιπὰ κρέα διένιμ[αν]
[τοῖς] γέρουσιν· ἰσήνινκαν δὲ καὶ ἰς τὸ γυμνάσιον ἐν τῇ διαδρο̣-
[μῆι] τ̣ὸ ἔλαιον· συνετέλεσαν δὲ καὶ τὰς τοῖς ἀπολελοιπόσι [τι]-
20 [μὰς] πάσας καθηκόντως κατα%⁸⁰%⁸⁰κλίναντές τε τὴν γερου[σίαν]
[εὐώ]χησαν ἐπιμελῶς καθόλου τε ἐν πᾶσιν τοῖς κατὰ τὴν γυ[μνα]-
[σιαρ]χίαν παρέσχοντο αὑτοὺς πρὸς πάντα ἀνενκλήτους καθη[κ]-
[όντως —]
Search Help
Contact Us