Decree of demos honoring Eumenes II, 170/165 BC: 7. Mil-Ber. 26-27; *Milet I 9, 307; SEG 4, 444.  
[ ] Milet I 9, 307
1 ἔδοξε τῶι δήμωι· οἱ πρυτάνεις καὶ οἱ εἱρημένοι ἐπὶ τῆ[ι φυλακῆι]
[ε]ἶπαν· ἐπειδὴ βασιλεὺς Εὐμένης συγγενὴς κ̣[αὶ φί]-
λος καὶ εὔνους καὶ εὐεργέτης ὑπάρχων τῆς πό̣[λ]-
εως διὰ προγόνων καὶ πρὸς ἅπαντας μὲν τοὺς Ἕλλη̣-
5 νας φιλοδόξω<ς> ἀπὸ τῆς ἀρχῆς διακείμενος καὶ
τὰς περὶ τούτων άποδείξεις φανερὰς διὰ <πάν>-
των πεποημένος τῶν ἔργων καθ’ ὅτι αἵ τε κα-
θ’ ἑκάστους τῶν καιρῶν σ<υν>τετελεσμέναι<ς> καὶ
αἱ παρὰ τῶν εὐε<ρ>γετημένων ἀπηντ<η>κυῖαι τι̣-
10 μαὶ τῷ βασιλεῖ τὴν περὶ τῶν προειρημένων βεβ-
αιοῦσι πίστιν, βουλόμενος δὲ καὶ τὰ προϋπάρχ-
οντα διὰ προγόνων αὐτῶι πρὸς τὴν ἡμετέραν πόλ-
[ι]ν οἰκεῖα καὶ φιλάνθρωπα ἐπαυξῆσαι καὶ τῆς ἑα[υ]-
τοῦ πρὸς τὸ πλῆθος αἱρέσεως καλὸν ὑπόμ̣[νη]-
15 μα<ι> ἄξιον τῆς ἰδίας ἀρετῆς καὶ τοῖς ἐπιγινομ̣[έ]-
νοις ὑπολιπέσθαι γράματα ἀπέσταλκεν πρός [τ]-
ε τὴν βουλὴν καὶ τὸν δῆμον, δι’ ὧν τά τε ὑπὸ Εἰρ̣[η]-
νίου ἐμφανισθέντα αὐτῶι ἐχθέμενος καὶ τὴν π̣[․․․]
πρὸς τὸν δῆμον αἵρεσιν διὰ τῶν κατὰ μ̣έ̣ρ̣ο̣[ς ․․6․․․]
20 {²Continuation missing.}²
Search Help
Contact Us