Decree of demos honoring Knidos for loan of money; 282 BC: *Milet I 3, 138; Migeotte, L’emprunt public no. 96.  
[ ] Milet I 3, 138
1 ἔδοξε τῶι δήμωι· γνώμη ἐπιστατῶν· Ἐπισθένης Ἄλκιδος εἶπεν·
ἐπειδὴ ὁ δῆμος ὁ Κνιδίων εὔνους καὶ φίλος ὢν τῶι δήμωι τῶι
Μιλησίων διατελεῖ, ἔν τε τοῖς ἄλλοις ἅπασι καιροῖς πρόθυμον αὑτὸγ
καὶ χρήσιμομ παρεχόμενος εἰς τὰ τῆς πόλεως συμφέροντα, καὶ νῦν
5 ἀποστειλάντων ἡμῶμ πρεσβευτὰς Καλλικράτηγ καὶ Φίλιππον ὑπὲρ
τῆς προεγγυήσεως καὶ τοῦ προδανεισμοῦ τῶν χρημάτων, ὧν δεῖ
ἀποδοῦναι ἡμᾶς βασιλεῖ Λυσιμάχωι εἰς τὴν δευτέραγ καταβολὴν,
ψήφισμά τε ἀπέσταλκεμ πρὸς ἡμᾶς περὶ τούτωγ καὶ οἱ πρέσβεις ἐξαγγέλλουσιν̣,
ὅτι ὁ δῆμος ὁ Κνιδίωμ περί τε τῆς προεγγυήσεως τοῖς προδανεισταῖς
10 ἐψήφισται καὶ παρακέκληκεν τοὺς βουλομένους τὴγ χρείαμ παρέχεσθαι τῶι
δήμωι τῶι Μιλησίων, ἀναδεχόμενός τε τοῖς προδανείζουσιγ καὶ ἐπαινῶν
αὐτοὺς καὶ πᾶσαμ προθυμίαγ καὶ εὔνοιαμ παρεχόμενος εἰς τὸ συν-
αχθῆναι τὰ χρήματα, τύχηι ἀγαθῆι, ἐψηφίσθαι Μιλησίοις, ἐπηινῆσθαι τὸν
δῆμον τὸγ Κνιδίων ἀρετῆς ἕνεκε καὶ εὐνοίας, ἣν ἔχων διατελεῖ περὶ τὸν δῆμον̣
15 τὸμ Μιλησίων, καὶ εἶναι αὐτὸν ἐν ἐπιμελείαι παρὰ τῆι βουλῆι καὶ τῶι δήμωι
καὶ τοὺς πρυτάνεις καὶ τοὺς ἐπιστάτας ἐπιμελεῖσθαι, περὶ ὧν ἂν
ἐπιστέλληι ὁ δῆμος ὁ Κνιδίων, εἶναι δὲ αὐτὸγ καὶ εὐεργέτην τοῦ δήμου
τοῦ Μιλησίων· ἐπηινῆσθαι δὲ καὶ τοὺς ἰδιώτας τοὺς προδανείζοντας τὰ
χρήματα καὶ χρείαμ παρεχομένους τῆι πόλει· ὅπως δὲ τιμηθήσεται ἥ τε πόλις
20 ἡ Κνιδίωγ καὶ οἱ προδανείσαντες κατ’ ἀξίαν ἕκαστοι, ἑλέσθαι τὸν δῆμον
συνέδρους ἑβδομήκοντα πέντε ἐξ ἁπάντωμ Μιλησίων, οἵτινες
συνεδρεύσαντες καὶ γράψαντες τὰς τιμάς αἷς δεῖ τιμηθῆναι τόν τε
δῆμον τὸγ Κνιδίωγ καὶ τοὺς δανείσαντας χρήματα τῆι πόλει εἰσ-
οίσουσιν εἰς τὴν ἐκκλησίαν, ἐν ἧι νόμιμόν ἐστιν βουλεύεσθαι τὸν δῆμον
25 περὶ τῶν εὐεργετῶν· ὅπως δὲ καὶ ἡ ἀσφάλεια γίνηται τοῖς δανείζουσιν,
ἑλέσθαι τὸν δῆμον ἑβδομήκοντα πέντε ἄνδρας τοὺς ἀναδεξομένου[ς]
καὶ τὰ βέβαια δώσοντας τοῖς δανεισταῖς ὑπὲρ τοῦ δήμου· ἀναγράψαι
δὲ τῶν δανεισάντων ἑκάστου τὰ ὀνόματα πατρόθεν καὶ τῆς πόλεως,
ἧς ἂν ἕκαστος ἦι, εἰστήλην λιθίνηγ καὶ στῆσαι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος προ[σ]-
30 ἀναγράφοντας τὸ πλῆθος τοῦ ἀργυρίου, ὅσον ἂν ἕκαστος δανείζηι, καθότι τὸμ̣
προδανεισμὸμ ποιεῖται, καὶ ἐν ὧι χρόνωι ἑκάστωι ἡ κομιδὴ ἔσται.  τοὺς δὲ
τειχοποιοὺς ἐπιμεληθῆναι καὶ ἀπομισθῶσαι τὴγ κατασκευὴν τῆς στήλης καὶ
τὴν ἀναγραφὴν τῶν ὀνομάτων· τὸν δὲ ταμίαν ὑπηρετῆσαι ἐκ τῶν τειχοποικῶν̣.
[ἵνα] δὲ καὶ ἡ πόλις ἡ Κνιδίων εἰδήσῃ τὰ ἐψηφισμένα, τοὺς πρέσβεις τοὺς πρότερο[ν]
35 [αἱρ]εθέντας Καλλικράτηγ καὶ Φίλιππον τό τε ψήφισμα ἀποδοῦναι τῶι δήμωι
τῶι Κνιδίωγ καὶ παρακαλεῖν αὐτὸμ τήν τε εὔνοιαγ καὶ τὴμ φιλίαν δια-
φυλάσσειν πρὸς τὴμ πόλιν τὴν ἡμετέραν τὸν ἀεὶ χρόνογ καὶ συνεπιμεληθῆν[αι],
ὅπως τὰ χρήματα εἰς τὴμ πόλιμ μετὰ ἀσφαλείας κομισθήσεται, κυρίους
δ’ εἶναι τοὺς πρεσβευτὰς ὑπὲρ τῆς πόλεως καὶ τῶν εἱρημένων προεγγύων̣
40 συγγραφομένους καὶ ποιοῦντας τὰ βέβαια τοῖς δανεισταῖς.  ἔδοξε τῶι
δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα.
vacat oἵδε ἐπηγγείλαντο προεγγυήσεσθαι·
I.43 Ἀχαιὸς Κράτητος
Ἀντήνωρ Ξενάρους
45 Ἀπολλόδοτος Ἀπολλωνίου
Πειθένους Θαρσαγόρου
Κ̣αλλικράτης Ζωπύρου
Φ̣ίλιππος Σωσιστράτου
Λύκος Ἀπολλοδότου
50 Διονύσιος Μαιανδρίου
[Ἀ]ριστόλοχος Ἀριστολόχου
Π̣ρωταγόρας Πυρράνδρου
Ἡ̣γέλοχος Πρωταγόρου
Ἑκαταῖος Λυκομήδους
55 Βηβιλεὺς Πασικλέους
Ἀξίοχος Κτησιόχου
Φ̣ανόδικος Πιθήκου
Ἐπίλυκος Δεξικράτους
Φιλίσκος Δεξικράτους
60 Β̣άβων Πυρράνδρου
[Θρ]ασύνικος Θαρσαγόρου
[․․]ω̣ν Λαμπίτου
[Ἐπί]νικος Ἑστιαίου
[Ἐχ]έβουλος Λίχα
65 [Σώ]πολις Ποσειδίππου
[Ἡ]γέστρατος Εὐρυφῶντος
[Δ]ημήτριος Φιλιστίδου
II.43 Ζώπυρος Πόσιος
Σίμων Ζωπύρου
45 Ἡράκλειτος Ἀρίστωνος
Λεύκων Θεογνήτου
Εὐανδρίδης Ἐπικούρου
Πολύξενος Ἀριστείδου
Ἀλέξιππος Σίμου
50 Αἰσχύλος Πανταίνου
Ἡράκλειτος Ταυρίσκου
Πραξιάναξ Νικοφῶντος
Μεγακλῆς Ἀρισταγόρου
Ἡγήτωρ Λεόφρονος
55 Θήραιος Ξενοθέμιος
Βάβων Πισαίου
Αἰδοῦχος Αἰδούχου
Ἀρισταγόρας Φιλήμονος
Ἀνδρέας Εὐαγγέλου
60 Πυθῶναξ Ἐπικράτους
Ἀριστοφῶμ Μιννίωνος
Κύδιμος Κυδίμου
Ἀλκίμαχος Ζωπύρου
Φιλίσκος Ἀναξιλέω
65 Λεωσθένης Λεωκέστορος
Θεόδωρος Βάτωνος
Πολύξενος Ἀντιπάτρου
III.43 Ἀγλώμανδρος Πεισικράτο̣[υς]
Βουτᾶς Βουτᾶδος
45 Σωσίστρατος Μητροδώρο[υ]
Ἀγέρωχος Ἀθηναίου
Βάβων Ἀθηναιου
Αὐτοφῶν Αὐτοκλέου[ς]
Ἑστιαῖος Λεωδάμαντο̣[ς]
50 Λὐκος Ἀνδροτέλους
Ἀθηναῖος Δαμέω
Μνησέας Σωσιστράτου̣
Ἐπίφρων Θεοδέκτου
Θηρίων Ἡγησιάνακτος
55 Στῆρις Στήριος
Ἡλιόδωρος Ἀπολλωνίο̣[υ]
Ἡραγόρας Εὐκτήμονος
Ποσειδώνιος Ἀριστέως
Κλεόστρατος Φιλοκρέο[ντος]
60 Διόθεμις Εὐκράτους
Ποσειδώνιος Ἀρκεσίλα̣
Χάρισος Δάμωνος
Δαμῆς Δάμωνος
Βασιλείδης Νικοφῶντος̣
65 Βουταλῖνος Προκρίτου
Ποσειδιππος Ἀθηνοκρίτ[ου]
Μενεσθεὺς Ἰφικράτου[ς.]
vacat οἵδε ἐδάνεισαγ Κνιδίωμ Μιλησίοις ἀργυρίου Ῥοδίου·
vacat Σίφος Ἀκροτέλευς, Τιμοδάμας Λαχάρτου δραχμὰς ἑξακισχιλίας.
70 vacat Φ̣ιλόφρων Φιλίστα καὶ Ἄρχιππος Τιμαιθίου δραχμὰς τρισχιλίας.
vacat Δ̣ιότιμος καὶ Μελλῖνος Ἀγαθοβούλου καὶ Τιμᾶς Τιμᾶ δραχμὰς ἑξακισχιλ̣[ίας].
vacat [Κ]λεισίλοχος Ἀναξιππίδα δραχμὰς δισχιλίας.
vacat [Ἀ]ντίγονο̣ς̣ Ἐπιγόνου δραχμὰς ἑξακισχιλίας.
vacat [Θ]εσσαλάκων Καλλίππου δραχμὰς τρισχιλίας.
75 vacat [Σ]τιφολαΐδας Ἀκροτάτου δραχμὰς δισχιλίας.
vacat [Ἀ]ντικράτης καὶ Φιλοκράτης Ἐπικράτους δραχμὰς τρισχιλίας.
vacat [Μ]ένιππος Ἀπολλοδώρου δραχμὰς τρισχιλίας.
vacat [Ε]ὐφραγόρας Κλευμένης Κλεύμβροτος Φιλίστα δραχμὰς τρισχιλίας.
vacat [Κ]αλλικλῆς Ἀθηνοκρίτου Ἁλικαρνασσεὺς δραχμὰς ἑξακισχιλίας.
80 vacat [Ἀ]θηνόδωρος Θεοδώρου Κυρηναῖος δραχμὰς μυρίας δισχιλίας.
vacat οὗτοι ἐδάνεισαν τρία ἔτη· ἄρχει τοῦ δανείου μεὶς Ἀρτεμισιὼν
vacat ἐ̣π’ Ἀλεξίππου· τ̣όκος τῆς μνᾶς ἑκάστης ἑκάστου μηνὸς τρεῖς ὀβολ[ο]ί.
vacat [οἵ]δε ἄτοκον ἐδάνεισαν ἐνιαυτόν· Ἀνθαγόρας Κλέωνος δραχμὰς ἑξακισχιλίας.
vacat [Β]ο̣υλαρχίδας Ἀρχιπ[ό]λιος δραχμὰς ἑξακισχιλίας.
85 vacat [Ἐ]π̣ικύδης Θεάνου δραχμὰς τετρακισχιλίας.
vacat [Νί]κανδρος Συμμάχου Ἁλικαρνασσεὺς δραχμὰς δισχιλίας.
vacat [τ]ὸ πᾶν Ῥοδίου τάλαντα δεκαδύο μναῖ δέκα.
Search Help
Contact Us