Decree of demos accepting offer from Herakleia (Lat.) of isopolity, containing oracle; 180***/161 BC: *Milet I 3, 150; **Syll3 633 (l. 65); SEG 34, 1173; SEG 37, 984.  
[ ] Milet I 3, 150
1 ἐπὶ στεφανηφόρου Με̣ν̣[ά]ν̣δρου Ταυρ̣εῶνος.
ἔδοξε τῶι δήμωι· γνώμη πρυτάν̣εων καὶ τῶν ᾑρημένων̣ ἐ̣πὶ τῆι φυλακῆι
καὶ τῶν ἀποδειχθέντων συνέδρων Μι̣[νν]ίωνος τοῦ Λεωδάμαντος, Ἀντικράτου
τοῦ Πυθωνύμου, Π̣ρωταγόρου τοῦ Ἡγελόχ̣ο̣υ̣, Θεογέ̣[ν]ου τοῦ Λεωδάμαν̣τος, Μενε-
5 κράτου τοῦ Ἀντιφάνου, Ἀρτεμιδώρου τοῦ Δημητρίου, Θεοκυ̣λίδου τοῦ Καλλιτέλου,
Ἀσκληπιοδώρου τοῦ Κυδίμου, Πυθίωνος τοῦ Ποσειδ̣ω̣νίου, Εἰρηνίου τοῦ Εἰρηνίου· οἱ πρυ-
τάνεις καὶ οἱ εἱρη̣μένοι ἐπὶ τῆι φυλακῆι καὶ οἱ αἱρε̣θ̣έ̣ν̣τ̣ε̣ς̣ σύνεδροι Μιν̣ν̣ί̣ων Λεωδάμαντος,
Ἀντικράτης Πυθωνύμου, Πρωταγόρας Ἡγελόχου, Θε[ο]γέ̣ν̣ης Λεωδά̣μ̣α̣ν̣τος, Μενεκρά-
της Ἀντιφάνου, Ἀρτεμίδωρος Δημητρ̣ί̣ου, Θευκυλίδης Καλλιτέλου, Ἀσκληπιόδωρος
10 *KUDI/MOU, *PUQI/WN *POSEIDWNI/OU, *EI)RHNI/AS *EI)RHNI/OU EI)=PAN: &vacat $E)PEIDH\ *(HRAKLEW=TAI FI/LOI KA?I\ A)S-
τυγείτονες τῆς πόλε<ως> ὑπάρχοντες ψήφισμα καὶ πρεσβευτὰς ἀποστείλαντες ἠξίωσ̣αν̣
τὸν δῆμον συνθέσθαι πρὸς αὑτοὺς ὑπὲρ τῆς ἰσοπολιτείας καὶ τῶν ἄλλων φιλαν-
θρώπων, καὶ οἱ πεμφθέντε̣ς̣ ὑ̣π̣’ αὐτῶν Θ̣ε̣ό̣δωρος Α̣ἰ̣νέου, Ἀρ̣χέδημος, Δελφίνου, Μαί-
ων Ὑψικλείους ἐπελθόντες ἐπί τε τοὺς ἄρχοντας καὶ τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν
15 ἐξέθεντο τὰ κατὰ μέρος, ἐφ’ οἷς̣ ἠ̣ξ̣ίουν τὴ̣ν σύνθεσιν, τ̣ο̣ῦ̣ τ̣ε̣ δ[ή]μου ποιησαμέ̣ν̣ου τὴν ὑ-
πὲρ τούτων ἀναφορὰν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Διδύμοις ὁ [θ]εὸς χρησμὸν ἐξή̣ν̣εικ̣εν ἀπο-
φαινόμενος ἄμεινον ἡμῖν ἔσεσθαι συνθεμένοις πρὸς Ἡρακλεώτας, vacat δεδόχθαι Μιλησί-
οις· ὅπως ἕκαστα συντελεσθ̣ῆ̣ι μετὰ τῆς τῶν θεῶν εὐμενείας συμφερόντως ἀμφοτέ-
ραις ταῖς πόλεσιν καθηγουμένης τῆς τοῦ Ἀπόλλωνος συμβουλίας, τὸμ μὲν προφή-
20 την μετὰ τοῦ ταμίου τοῦ πα[ρεδ]ρ̣εύοντος ἐν̣ τῶι ἱερῶι θυσίας ποιήσασθαι καὶ προσόδους
I(ERW=N TW=I TE *)APO/LLWNI TW=I *DIDUMEI= KAI\ *)ARTE/MIDI KAI\ *LHTOI= KAI\ *)AQHNA=| KAI\ TW=I *DII\+ TW=I
Σωτῆρι, ὁμοίως δὲ καὶ τὸν στεφανηφόρον μετὰ τῶν προσεταίρων τῶι Ἀπόλλωνι τῶι Δελφι-
νίωι, τοὺς δὲ πρυτάνεις καὶ τοὺς ᾑρημένους ἐπὶ τῆι φυλακῆι μετὰ τοῦ ἱέρεω καὶ τοῦ ἱεροκήρυκος
τῆι Ἑστίαι τῆι Βουλαίαι ἐπευχομένους συνενεικεῖν τὰ δεδογμένα τῶι τε δήμωι τῶι Μιλησίων καὶ
25 τῶι Ἡρακλεωτῶν· συνκεῖσθαι δὲ πρὸς Ἡρακλεώτας συνθήκην τήνδε· ἀγαθῆι τύχηι· ἐπὶ στεφανη-
φόρου ἐν μὲν Μιλήτωι Μενάνδρου τοῦ Μαίωνος μηνὸς Ταυρεῶνος, ἐν Ἡρακλείαι δὲ ἐπὶ τοῦ θεοῦ̣
τοῦ τεσσερεσκαιδεκάτου τοῦ μετὰ Δημήτριον μηνὸς Γαμηλιῶνος τάδε συνέθεντο καὶ ὡμο-
λ̣όγησαν Μιλήσ[ιο]ι καὶ Ἡρακλεῶται συνγραψαμένων μὲν ὑπὲρ Μιλησίων τῶν τε πρυτάνεων καὶ τῶν
ᾑρημένων ἐπὶ τῆι φυλακῆι καὶ τῶν ἀποδειχθέντων συνέδρων Μιννίωνος τοῦ Λεωδάμαντος,
30 Ἀντικράτου τοῦ Πυθωνύμου, Πρωταγόρου τοῦ Ἡγελόχου, Θεογένου τοῦ Λεωδάμαντος, Μενεκρά-
του τοῦ Ἀντιφάνου, Ἀρτεμιδώρου τοῦ Δημητρίου, Θευκυλίδου τοῦ Καλλιτέλου, Ἀσκληπιοδώρου
τοῦ Κυδίμου, Πυθίωνος τοῦ Ποσειδωνίου̣, Εἰρηνίου τοῦ Εἰρηνίου, ὑπὲρ δὲ Ἡρακλεωτῶν τῶν ἀ-
ποσταλέντων Θε<οδ>ώρου τοῦ Αἰνέου, Ἀρχεδήμου τοῦ Δελφίνου, Μαίωνος τοῦ Ὑψικλ<εί>ους·
εἶναι πολίτας Μιλησίους Ἡρακλεωτῶν καὶ Ἡρακλεώτας Μιλησίων, ὑπάρχειν δὲ αὐτοῖς εἰς ἅ-
35 παντα τὸν χρόνον τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον, μηθὲν ὑπεναντίον πρασσόντων τῶν δή-
μων τῆι πρὸς Ῥοδίους συμμαχίαι.  εἶναι δὲ καὶ ἀμνηστίαν ὡς ἑκατέροις τῶν προγεγενημέ̣-
νων ἐγκλημάτων κατὰ πόλεμον καὶ ἰδίαι καὶ δημοσίαι, πλὴν εἰ περί τινων ἐγκλημάτων̣
δίκαι ὑπάρχουσιν γεγραμμέναι ἢ δικαστήριον κατέγνωκ̣ε̣ν̣ καὶ εἰ κατά τινων ἀπαγωγαὶ
γεγόνασιν ὑπὸ ἀρχόντων ἐπὶ δημοσίοις ἀδικήμασιν.  ἐὰν δέ τις ἴῃ πολέμιος ἐπὶ πό-
40 λιν ἢ χώραν ἢ φρούρια τὰ Μιλησίων ἢ τὰς προσόδους αὐτῶν καταλύῃ τὰς Μιλησίων, βοηθεῖν̣
Ἡρακλεώτας Μιλησίοις παντὶ σθένει· κατὰ ταὐτὰ δὲ καὶ ἐάν τις ἴῃ πολέμιος ἐπὶ τὴν Ἡρακλεω-
τῶν πόλιν ἢ χώραν ἢ φρούρια ἢ τὰς προσόδους αὐτῶν καταλύῃ, βοηθεῖν Μιλησίους Ἡρακλε̣-
ώταις παντὶ σθένει.  vacat τοὺς δὲ βουλομένους Ἡρακλεωτῶν μετέχειν τῆς ἐμ Μιλήτωι πολ[ι]-
τείας καὶ ἱερῶν καὶ ἀρχείων καὶ τῶν λοιπῶν, ὧν καὶ τοῖς ἄλλοις μέτεστι Μιλησί{ων}οις {²⁶Μιλησίοις}²⁶, ἀπο-
45 γράφεσθαι ἀν’ ἕκαστον ἔτος πρός τε τοὺς πρυτάνεις καὶ τοὺς ᾑρημένους ἐπὶ τῆι φυλα-
κῆι τά τε αὑτῶν ὀνόματα καὶ ἧς ἂν ὦσιν φυλῆς καί, εἴ τισιν ὑπάρχουσιν γυναῖκες καὶ τέκνα,
καὶ τὰ τούτων ὁμοίως ὀνόματα, ποιουμένους τὴν ἀπογραφὴν ἐν τῶι μηνὶ τῶι Ἀνθεστη-
ριῶνι.  γίνεσθαι δὲ αὐτῶν καὶ τὴν ἐπικλήρωσιν ἐν τῶι αὐτῶι μηνὶ ὑπό τε τῶν πρυτάνεω̣[ν]
καὶ τῶν ᾑρημένων ἐπὶ τῆι φυλακῆι, ἐπικληρουμέμων αὐτῶν πρὸς μέρος ἐφ’ ἑκάστην̣
50 φυλήν· εἶναι δὲ αὐτοῖς τῶν μὲν λοιπῶν πάντων παραχρῆμα τὴν μετουσίαν, φρο[υ]-
ραρχίας δὲ καὶ φυλακῆς τῆς κατὰ πόλιν καὶ φρουρικῆς μετεῖναι αὐτοῖς διελθόντων
ἐτῶν δέκα, ἀφ’ οὗ ἂν ἕκαστοι ἐπικληρωθῶσιν· τὰ δὲ ἄλλα τὰ περὶ τὸν κλῆρον τὸν ἐν ἀρχαιρεσ[ί]-
αις ὑπάρχειν κατὰ τὸν βουλευτικὸν νόμον.  εἶναι δὲ καὶ Μιλησίων τοῖς βουλομένοις ἐν Ἡ-
ρακλείαι πολιτεύεσθαι τὴν ἀπογραφὴν ποιησαμένοις πρὸς τοὺς ἐν Ἡρακλείᾳ πρυτάνεις ἐμ μη̣-
55 νὶ Θεσμοφοριῶνι· ἀπογραφέσθωσαν δὲ καὶ οὗτοι καὶ ἧς ἂν ὦσιν φυλῆς· ὅσοις δ’ ἂν ὑπάρχωσιν
γυναῖκες καὶ τέκνα, ἀπογράφειν αὐτοὺς καὶ τὰ τούτων ὀνόματα, τοὺς δὲ πρυτάνεις ποιεῖσ-
θαι αὐτῶν τὴν ἐπικλήρωσιν ὁμοίως ἐν τῶι αὐτῶι μηνί.  εἰ δέ τινες Ἡρακλεωτῶν μὴ ὠικήκασιν
μήτε ἐν τῆι ἑαυτῶν πατρίδι μήτε ἐμ Μιλήτωι ἕως μηνὸς Ἀρτεμισιῶνος τοῦ ἐπὶ τοῦ θεοῦ τοῦ̣
μ̣ε̣τὰ Φιλίδαν, μὴ εἶναι αὐτοῖς προσγραφῆναι πρὸς τὸ πολίτευμα τὸ Μιλησίων, ἐὰν μὴ πρότε-
60 ρον οἰκήσ<ωσ>ιν Ἡράκλε<ι>αν ἢ μετοικήσωσιν ἐμ Μιλήτῳ ἔτη πέντε.  vacat ὁμοίως δὲ καὶ εἴ τινες Μιλησίων̣
μὴ ὠικήκασιν μήτε ἐν τῆι ἑαυτῶν πατρίδι μήτε ἐν Ἡρακλείαι ἕως τοῦ προειρημένου χρόνου, μὴ̣
εἶναι προσγραφῆναι τούτοις ἐν Ἡρακλείαι, ἐὰν μὴ πρότερον οἰκήσωσιν ἐν Μιλήτωι ἢ ἐν Ἡρα-
κλείαι ἔτη πέντε.  καὶ ἐάν τινες ὕστερον πολιτογραφηθῶσιν ἐμ Μιλήτωι ἢ ἐν Ἡρακλείαι, τούτοι[ς]
μετεῖναι τῆς παρ’ ἑκατέροις πολιτείας οἰκήσασιν πρότερον ἐν ἧι ἂν π[όλ]ε̣ι προσγραφῶσιν
65 ἔτη{ι} δέκα.  vacat  ἐὰν δέ τινες παρὰ τήνδε συνθήκην μετέχωσι τῆς πολιτείας, εἶναι αὐτοὺς ὑπε[υ]-
θύνους ἐμ Μιλήτωι μὲν τῆι τῆς ξενίας δίκη καὶ τῆι ἐν μολποῖς ἐνστάσει, ἐν Ἡρακλείαι δὲ τῆι
τῆς ξενίας δίκηι.  vacat  ἐὰν δέ τις Μιλησίων ἢ τῶν κατοικούντων ἐμ Μιλήτωι βούληται διὰ
πόλεμον ἀποσκευάζεσθαί τι τῶν ἰδίων ἢ μεθιστάνειν εἰς τὴν Ἡρακλεωτῶν πόλιν ἢ χώ-
ραν ἢ διάγειν διὰ τῆς πόλεως ἢ τῆς χώρας τῆς Ἡρακλεωτῶν, εἶναι αὐτὸν ἀτελῆ πάντων
70 τῶν προειρημένων.  ὁμοίως δὲ καί, ἐάν τις Ἡρακλεωτῶν̣ ἢ τῶν κατοικούντων ἐν Ἡρακλείαι
προαιρῆται διὰ πόλεμον ἀποσκευάζεσθαί τι τῶν ἰδίων ἢ μεθιστάνειν εἰς τὴν πόλιν τὴν Μιλη-
σίων ἢ χώραν ἢ διάγειν διὰ τῆς πόλεως ἢ τῆς χώρας τῆς Μιλησίων, εἶναι αὐτὸν ἀτελῆ.  vacat  κατὰ
ταὐτὰ καὶ ἐάν τινες τῶν ἐκτημένων ἐν τῆι Μιλησίων χώραι ἢ γεωργούντων διάγωσιν κτήνη̣
ἐκ̣ τῆς Μιλησίων χώρας εἰς τὴν Μιλησίαν διὰ τῆς Ἡρακ̣λεωτῶν χώρας ἢ πόλεως, ὡς μὲν Μι-
75 λήσιοι ἄγουσιν, ἀπὸ στεφανηφόρου Μενάνδρου καὶ μηνὸς Μεταγειτνιῶνος, ὡς δὲ Ἡρακλε-
ῶται ἄγουσιν, ἀπὸ στεφανηφόρου τοῦ μετὰ θεὸν τεσσερεσκαιδέκατον τὸν μετὰ Δημήτρι̣-
ON, EI)=NAI AUTOU\S A)TELEI=S PISTWSAME/NOUS O(/RKWI, DIO/TI E)PI\ KTH/SEI POIOU=NTAI TH\N DIAGWGH/[N].
περὶ δὲ τοῦ μέρους τῆς χώρας τῆς ὀρεινῆς τῆς ἀμφισβητουμένης, ἣν Μιλήσιοι μὲν ἀποφαίνο[υ]-
σιν εἶναι τῆς Μυησίας ἱερὰν ὑπάρχουσαν τοῦ Ἀπόλλωνος τοῦ Τερβινθέως, καὶ ἣν εἶναί φασιν
80 τῆς Τηΐας καὶ τῶν κεκτημένων ἐγ Κυσσήλει,Ἡρακλεῶται δὲ τῆς Κισαρίδος καὶ τῆς πρὸς
τῶι Κυκλωπείωι καὶ τῆς δημοσίας καὶ ἱερᾶς, vacat  ὁμοίως δὲ καὶ περὶ τοῦ τόπου ἐν ὧι τὸ {τε}
πλινθούλκιόν ἐστιν, καὶ τοῦ συνεχοῦς τούτωι τόπου, ὃμ Μιλήσιοι μὲν ἀποφαίνουσιν τῆς
Ἰωνοπολίτιδος, Ἡρακλεῶται δὲ τῆς ἑαυτῶν, συναινέσαι Μιλησίους καὶ Ἡρακλεώτας πό-
<λ>ιν ἐλευθέραν καὶ δημοκρατουμένην, ἐξ ἧς λήψονται δικαστάς, ὅσους ἂν κοινῆ<ι> φαίνη-
85 ται, οἵτινες ἐπὶ τοὺς τόπους παραγενόμενοι ποιήσονται τὴν ὑπὲρ τῶν ἀμφισβη-
τουμένων κρίσιν, ἑκάτερον ἐν τῶι ἐνιαυτῶι τῶι μετὰ στεφανηφόρον Μένανδρον.  εἰ δὲ
τινά ἐστιν ἐν τοῖς τόποις τούτοις ἐγκάρπια, μεσειδιωθήτω ἕως κρίσεως. ὅσα δ’ ἂν οἰκ[η]-
τικὰ σώματα ἀποδράντα ἐκ Μιλήτου εἰς Ἡράκλειαν ἢ ἐξ Ἡρακλεία̣ς̣ εἰς Μίλητον ἀναχθῆ[ι]
πρὸς τοὺς ἐν ἑκατέραι τῶν πόλεων ὁροφύλακας ἀπὸ τοῦ ἐνιαυτοῦ τοῦ μετὰ στεφα-
90 νηφόρον Μένανδρον, τοὺς μὲν ἐμ Μιλήτωι τὴν ὠνὴν ἔχοντας τοῦ τέλους ἐμφανίζειν
περὶ τῶν ἀνηγμένων σωμάτων τοῖς πρυτάνεσι κα<ὶ> τοῖς εἰρημένοις ἐπὶ τῆι φυλακῆι ἐν ἡ-
μέραις δέκα, ἀφ’ ἧς ἂν ἕκαστον ἀναχθῆι, τοὺς δὲ πέμπειν γράμματα πρὸς τοὺς ἐν Ἡρα-
κλείαι προστάταις διασαφοῦντας τὰ κατὰ μέρος, τοὺς δὲ ἐν Ἡρακλείαι τὸ ὁροφυλακι-
κὸν τέλος ἔχοντας δηλοῦν περὶ τούτων τοῖς προστάταις ἐν τῶι ἰδίωι χρόνωι, τοὺς
95 δὲ γράφειν ὁμοίως ἐπιστολὴν εἰς Μίλητον πρὸς τοὺς πρυτάνεις καὶ τοὺς ᾑρημένους ἐπ[ὶ]
τῆι φυλακῆι.  τοῖς δὲ κυρίοις τῶν ἀνδραπόδων τῶν ἐξ ἑκατέρας πόλεως εἶναι τὴν κο-
μιδὴν ἀποδοῦσιν τοῖς ὁροφύλαξιν ἀναγώγιον μὲν τοῦ σώματος δραχμὰς Ῥοδίας πα̣-
λαιὰς δεκαδύο, τροφῆς δὲ ὀβολὸν ἡμέρας ἑκάστης ἔσχατον ἐν μησὶν τεσσεράσιν, ἀφ’ οὗ ἂν
ἡ ἐπιστολὴ γραφῇ πρὸς τοὺς ἄρχοντας.  εἰ δὲ μή, πρόσθετα εἶναι τοῖς ὁροφύλαξιν.  ποι-
100 ήσασθαι δὲ καὶ τοὺς ἀνατάκτας τοὺς ἐμ Μιλήτωι τὴν πρᾶσιν τοῦ τέλους τῆς πορθμί-
δος τῆς εἰς τὸν Ἰωνοπολιτικὸν κόλπον, ἐφ’ ὧι οἱ πριάμενοι τὴν ὠνὴν τὴν εἰς τὸν ἐνιαυτὸν
τὸν μετὰ στεφανηφόρον Μένανδρον πράξουσιν Ἡρακλεωτῶν καὶ τῶν κατοικούντων
παρ’ αὐτοῖς καὶ τῶν οἰκετῶν τοὺς διαπλέοντας ἐξ Ἰωνίας πόλεως εἰς Μίλητον ἢ ἐκ Μιλή-
του εἰς Ἰωνίαν πόλιν, ὅσον καὶ Μιλήσιοι διδόασιν.  ὁμοίως δὲ καὶ οἱ πορθμεῖς λήψονται, ὅσον
105 καὶ παρὰ Μιλησίων λαμβάνουσιν.  ὅπως δὲ ἕκαστα πραχθῇ συμφερόντως ἀμφοτέ-
ραις ταῖς πόλεσιν, ἑλέσθω μὲν ὁ δῆμος ὁ Μιλησίων ἄνδρας τρεῖς μετὰ τὸ κυρωθῆναι τὸ
ψήφισμα καὶ τὴν συνθήκην, οἱ δὲ ἀποδειχθέντες ὁρκισάτωσαν μετὰ τοῦ ἱεροκήρυκος
τοὺς πρεσβευτὰς τοὺς ἥκο<ν>τας παρὰ Ἡρακλεωτῶν καὶ εἰς Ἡράκλειαν παραγενόμενοι
τὸν δῆμον· ὁ δὲ ὅρκος ἔστω ὅδε· vacat  ἐμμενῶ τοῖς ὡμολογημένοις εἰς τὸν ἀεὶ χρόνον καὶ
110 οὐ παραβήσομαι τέχνῃ οὐδεμιᾶι οὐδὲ μηχανῆι οὐδὲ ἄλλωι παραβαίνοντι τὴν συνθήκην̣
ἐπιτρέψ<ω> καὶ ἐάν τινα ἄλλον πυνθάνωμαι παραβαίνοντα τὰς ὁμολογίας, οὐκ ἐπιτρέψω
κατὰ δύναμιν τὴν ἐμήν, ἀλλὰ δηλώσω τῆι βουλῇ καὶ τῶι δήμωι ταῦτα ἀληθῆ, νὴ τὸ[ν]
Ἀπόλλωνα τὸν Διδυμέ<α> καὶ τὴν Ἑστίαν τὴν Βουλαίαν καὶ τὸν Δία καὶ τὴν Ἀθηνᾶν καὶ
τοὺς ἄλλους θεούς.  καί μοι εὐορκοῦντι μὲν εὖ εἴη, εἰ δ’ ἐφιορκοίην, ἐξώλης εἴην καὶ αὐτὸς̣
115 καὶ τἀμά.  vacat  οἱ δὲ Ἡρακλεωτῶν πρεσβευταὶ ὁρκισάτωσαν τούς τε πρυτάνεις καὶ
τοὺς ᾑρημένους ἐπὶ τῆι φυλακῆι καὶ τοὺς συνέδρους τοὺς μετὰ τούτων συνγρα̣-
ψαμένους τὴν συνθήκην καὶ τὸν δῆμον τὸν Μιλησίων τὸν προειρημένον ὅρκον. τὰ δὲ
συνγεγραμμένα περὶ τούτων ἀναγράψαι ἑκάτερον τῶν δήμων εἰστήλην λιθίνην κα̣[ὶ]
ἀναθεῖναι Μιλησίους μὲν ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Δελφινίου, Ἡρακλεώτας δὲ ἐν
120 τῶι ἱερῶι τῆς Ἀθηνᾶς.  ἐὰν δέ τι κοινῆ<ι> φαίνηται ταῖς πόλεσιν διορθοῦσθαι τῆσδε τῆς
συνθήκης, ἐξεῖναι αὐταῖς ποιεῖσθαι τὴν διόρθωσιν διαπρεσβευσαμένων τῶν δήμων
πρὸς ἑαυτούς.  vacat  ὁπότεροι δ’ ἂν μὴ ἐμμείνωσιν τοῖς ἐν τῆι συνθήκη̣ι κατακεχωρισμέ-
νοις, ἄδικοί τε ἔστωσαν τῶν θεῶν, οὓς ὤμοσαν, καὶ ἀποτεισάτωσαν οἱ μὴ ἐμμείναντες
τοῖς ἐμμείνασιν τάλαντα πεντήκοντα.  vacat  ᾑρέθησαν δὲ καὶ ἄνδρες οἱ ὁρκιοῦντες
125 τοὺς πρεσβευτὰς τοὺς παρὰ Ἡρακλεωτῶν καὶ Ἡρακλεώτας Αὐτοκλῆς
Ποσειδωνίου, Θεογένης Λεωδάμαντος, Πασικλῆς Φιλίδου.
Search Help
Contact Us