Decree of boule and demos establishing isopolity with Mylasa; 209/8*** BC: *Milet I 3, 146A (PH); Staatsverträge III 539I; IMylasa II T51.A.  
[ ] Milet I 3, 146A
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη ἐπιστατῶν· Ἀρχέ-
λας Βίωνος εἶπεν· ἐπειδὴ Μυλασεῖς φίλοι καὶ οἰκεῖοι τῆς πόλε-
ως ὑπάρχοντες ψήφισμα καὶ πρεσβευτὰς ἀπεστάλκασι
Διονύσιον Ἰάσονος τοῦ Διονυσίου, Ἀπολλώνιον Ἱερ̣οκλείους,
5 Ἀμύντορα Ἀρηϊφίλου, οἳ ἐπελθόντες ἐπί τε τὴμ βουλὴν καὶ τὴν
ἐκκλησίαν ἀνενεώσαντο τήν τε διὰ προγόνων ὑπάρχουσαν
οἰκειότητα καὶ φιλίαν ταῖς πόλεσι μετὰ πάσης σπουδῆς καὶ
φιλοτιμίας ποιησάμενοι τοὺς λόγους, διελέγησαν δὲ καὶ πε-
ρὶ τῆς εὐνοίας τοῦ δήμου καὶ τῶν ἄλλων φιλανθρώπων τῶν̣
10 ὑ̣παρχόντων ἀξίως τῶμ πόλεων ἀμφοτέρων, συνετέλεσα̣ν̣
[δ]ὲ καὶ τὰ λοιπὰ ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμέ-
[ν]ο̣ις, βουλόμενός τε ὁ δῆμος ο Μυλασέων ἐπὶ πλέον αὔξεσθαι
[τὰ] παρ’ ἑκατέρων φιλάνθρωπα πεποίηται μετάδοσιν πᾶσι
[Μι]λησίοις πολιτείας τε καὶ τῶν ἄλλων τῶν ὑπαρχόντων̣
15 παρ’ αὐτοῖς τιμίων· ἐψηφίσατο δὲ καί, ὅπως ὁ δῆμος καλῆται̣
παρ’ αὐτοῖς εἰς προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι, οἷς συντελοῦ-
σιν· ἵνα δὲ καὶ διαμνημονεύηται τὸν ἀεὶ χρόνον καὶ τηρῆ-
ται τὰ δεδογμένα, συνέταξαν τὰ περὶ τούτων ἐψηφισμένα ἀ-
ναγράψαι ἐν τοῖς ἑαυτῶν ἱεροῖς τῶι τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τοῦ Διὸς
20 τοῦ Λαβραύνδου· συνετέλεσαν δὲ καὶ εὐχὰς καὶ θυσίας
τοῖς τε προειρημένοις θεοῖς καὶ τῆι Ἑστίαι καὶ Ἀπόλλωνι Δι-
δυμεῖ· ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται καταρχομένων Μυλα-
σέων εἰς πάντα τὰ φιλάνθρωπα μὴ λειπόμενος ἐγ χάρι-
τος ἀποδόσει, δεδόχθαι Μιλησίοις· δεδόσθαι Μυλασεῦ-
25 σι πολιτείαν τοῖς νέμουσι πατρίδα καὶ πόλιμ Μύλασα ἕως εἰς
στεφανηφόρον Ἀσκληπιάδην καὶ μῆνα Ἀρτεμισιῶνα. εἰ δέ τι-
νες κατὰ δόγμα τοῦ δήμου πολῖται γεγένηνται, μὴ ἔνεμον δὲ
τὴμ Μυλασέωμ πόλιν, <ἢ> ἐάν τισιμ μετὰ ταῦτα δοθῇ παρ’ αὐτοῖς
πολιτεία, <ὑπάρχειν τούτοις καὶ τὴν παρ’ ἡμῖν πολιτείαν> νείμασι πρότερον πατρίδα καὶ πόλιμ Μύλασα ἔτη δέ-
30 κ̣α ἀπὸ τῆς πρὸς τὸ πολίτευμα προσγραφῆς.  ὁπόσοι δ’ ἂν αὐτῶ̣[ν]
αἱρῶνται μεθ’ ἡμῶν συμπολιτεύεσθαι καὶ μετέχειν ἱερῶν κ[αὶ]
ἀρχείων καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ καὶ τοῖς ἄλλοις Μιλη-
σίοις μέτεστι, ποιείσθωσαν τὴν ἀπογραφὴν ἐπὶ τὸ τῆς βουλῆς
ἀρχεῖον ἀν’ ἕκαστον ἔτος ἕως τῆς εἰκάδος τοῦ Ἀνθεστηριῶ̣-
35 νος μηνὸς πατρόθεν καὶ ἧς ἂν ὦσι φυλῆς.  ὁ δὲ γραμματεὺς εἰσαγ-
γελλέτω εἰς τὴμ πρώτην ἐκκλησίαμ μετὰ τὴν ἀπογραφήν· οἱ δὲ
πρυτάνεις ἐπικληρούτωσαν αὐτοὺς ἐφ’ ἃς ἂν ὁ δῆμος ἀποδείξη[ι]
φυλάς.  τοὺς δὲ προσιόντας πρὸς τὴμ πολιτείαν τῶμ μὲν ἄλλων
παραχρῆμα μετέχειν ἁπάντων, φυλακὴν δὲ καὶ φρουραρχίαν συγ-
40 κληροῦσθαι διελθόντων ἐτῶν δέκα ἀφ̣’ ἑκάστης ἐπικληρώσεως·
ἐὰν δέ τις πολιτεύηται παρὰ τόδε τὸ ψήφισμα, εἶναι αὐτὸν ὑπεύ-
θυνον τῆι τε ἐμ μολποῖς ἐστάσει καὶ τῆι δίκηι τῆς ξενίας κατὰ τὸ[ν]
νόμον· ἵνα δὲ τὰ δόξαντ̣α τῶι δήμωι περὶ τῆς εἰς Μυλασεῖς φιλαν-
θρωπίας διαμνημονεύ̣ηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγράψαι τοῦτό̣
45 τε τὸ ψήφ̣ισμα καὶ τὸ παρὰ Μυλασέων εἰστήλην λιθίνην καὶ ἀναθεῖ-
ναι εἰς τὸ ἱερὸν τοῦ Ἀπ̣ό̣λ̣λ̣ωνος τοῦ Δελφινίου.  τῆς δὲ κατασκευῆς
τῆς στήλης καὶ τῆς ἀναγραφῆς τῶμ ψηφισμάτων ἐπιμεληθῆναι
τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀρχιτέκτονος· εἰς δὲ ταῦτα ὑπηρετῆσαι̣
τοὺς ἐπὶ τῆς δημοσίας τραπέζης ἀπὸ τῶν εἰς τὰ τειχοποιικὰ ἐξειρη̣-
50 μένων· ὅπως δὲ ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ
μὲν προφήτην καὶ τὸν ταμίαν τὸμ παρ̣εδρεύοντα ἐν τῶι ἱερῶι θυσίας̣
καὶ προσόδους ἱερῶν ποιήσασθαι τ̣ὰς νομιζομένας τῶι Ἀπόλλωνι τῶ̣[ι]
Διδυμεῖ, τὸν δὲ στεφανηφόρομ μετὰ τῶμ προσεταίρων τῶι Ἀπόλλωνι
τῶι Δελφινίωι ἐπευχομένους συνενεγκεῖν τὰ ἐψηφισμένα ταῖς πόλε-
55 σιν ἀμφοτέραις· τοὺς δὲ πρεσβευτὰς καλέσαι εἰς τὸ πρυτανεῖον· ἀπο-
στεῖλαι δὲ αὐτοῖς καὶ ξένια τὰ ἐκ τοῦ νόμου· τὸ δὲ γινόμενον εἰς ταῦτα ἀ-
νάλωμα ὑπηρετῆσαι τὸν ταμίαν ἀπὸ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἐξει-
ρημένων.  ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα.
Search Help
Contact Us