Decree establishing isopolity between Miletos and Phygela; 335/317 BC?: *Milet I 3, 142; Staatsverträge III 453; IEphesos 3110; SEG 37, 982.  
[ ] Milet I 3, 142
1 [ἔδοξε τῆι βουλῆι καὶ] τ̣[ῶι] δ̣ή̣μ̣ωι· Κτήσων
[․․6․․․ εἶπ]ε̣ν· ἐπειδὴ̣ πρέσβεις ἥκουσι ἀπὸ τῆ[ς]
[πόλ]εως τῆς̣ Φυγελέ̣ω̣ν ἀνανεούμενοι τὴν
[φιλί]αν̣ καὶ τὴν πολιτεί̣αν τὴν ὑπάρχουσαν
5 [Φυγ]ε̣λ̣εο͂σιν ἐμ Μιλήτω̣ι καὶ Μιλησίοις
[ἐ]μ̣ Φυγέλοις ἐκ τῶν χρόνων̣ τῶν πρότερον̣
[κ]α̣ὶ μέμνηται τῶν εὀεργετημάτων, ὧν
[ε]ὀ̣εργέτηκεν αὀτοὺς ὁ δῆμος ὁ Μιλησίων·
[ἐ]ψ̣η̣φίσθαι τῶι δήμωι τὴ̣ν πόλιν τὴν
10 [Φ]υγελέων ἐπηινῆσθαι προθυμίας ἕνεκεν,
[ἧ]ς ἔχει περὶ Μιλησ̣ί̣ο̣υς̣· ὅπω̣ς̣ δὲ ἡ φιλία καὶ ἡ
[ο]ἰκειότης ἡ ὑπάρχο̣υσα Φυγελεο͂σι καὶ
Μ̣ιλησίοις διαμέν̣η̣ι τὸν ἀεὶ χρόνον· ἀγαθῆι
τ̣ύχηι· Μιλησίους καὶ Φυγελεῖς πολίτας εἶναι
15 π̣αρ’ ἀλλήλοις καὶ μετέχειν ἱερῶν καὶ ἀρχείω̣[ν]
[κ]αὶ τῶν ἄλλων τῶν ὑπαρχόντων ἐμ Μιλ̣ή̣τ̣[ωι]
[καὶ] Φυγέλοις· τοὺς δὲ πρυτά̣ν̣ε̣ι̣[ς ἐπικληρῶσαι]
[εἰς τὰς] φ̣υ̣λ̣ὰ̣ς̣ το̣ὺ̣[ς ἀπογραψομένους πρὸς τὸ τῆς]
[βουλῆς ἀρχεῖον ἐν ἑκατέραι τῶν πόλεων? —]
Search Help
Contact Us