Decree of demos accepting philia with Sardis and establishing eisaphixis between the two cities; before 334 BC?, or possibly soon after: *Milet I 3, 135; Syll3 273; Staatsverträge III 407; SEG 37, 982.  
[ ] Milet I 3, 135
1 ἔδοξε τῶι δήμωι· γνώμη
συνέδρων· Βότης εἶπεν·
δέχεσθαι τὴν φιλίην, ἣν
ἐπαγγέλλονται Σαρδιη-
5 νοὶ Μιλησίοις· ἐψηφίσθαι
δὲ τῶι δήμωι εἶναι Σαρδιηνῶν̣
τῶι βουλομένωι εἰσάφιξιν
ἐς Μίλητον ἀσυλε̣ὶ καὶ ἀσπον̣-
δεὶ καὶ ἐσπλέοσι καὶ ἐκπλέοσι
10 καὶ αὀτοῖς καὶ ὅσα ἂν ἔχον-
τες εἰσ{αγ}άγωνται  {²⁶εἰσάγωνται}²⁶ ἢ ἐξάγων-
ται· εἶναι δὲ καὶ Μιλησίων τῶι
βουλομένωι εἰσάφιξιν ἐς Σάρ-
δισ καὶ ἀσφάλειαν κατὰ τὰ αὀ-
15 τά· ἐπιμέλεσθαι δὲ Σαρδιηνῶμ
μὲν ἐμ Μιλήτωι τοὺς πρυτά-
νεις τοὺς ἀεὶ ἐνεστηκότας, ὅ-
πως τά τε ἐψηφισμένα αὀτοῖς
καλῶς ἕξει καὶ μὴ ἀδικήσονται
20 μήτε αὀτοῦ μένοντες μήτε
ἀπαλλασσόμε̣νοι· ἐς Σάρδισι
δὲ ἐπιμελε͂σθαι Μιλησίων, οὓ-
ς ἂν ἀποδέξωσι Σαρδιηνοὶ ἑαο-
τῶν· ἐπιπέμψαι δὲ τοὺς Σαρδιη-
25 νοὺς ἄγγελον παρ’ ἡμέας καὶ ση-
μῆναι ἡμῖν, οὓς ἂν ἕλωνται, ὅπως
εἰδέωμεν τοὺς ἀποδεδεγμένους.
τὸ δὲ ψήφισμα ἀναγράψαι ἐς στή-
λην λιθίνην καὶ στῆσαι ἐς τὸ ἱερὸν
30 τοῦ Ἀπόλλωνος· τοὺς δὲ τειχοπό-
ας ἀπομισθῶσαι.  ὁ δὲ ταμίας ὑπη-
ρετησάτω.  προσαναγράψαι δὲ ἐς
τὴν στήλην τὰ ὀνόματα τῶν ἀν-
δρῶν, οὓς ἂν ἀποδέξωσι Σαρδιη-
35 νοὶ ἐπιμέλεσθαι ἡμέων.  πέμψαι δὲ
καὶ ξένια τῶι ἀγγέλωι τοὺς στρατη̣-
γοὺς ὑπὲρ τῆς πόλεως.  οἵδε ἡιρέ-
θησαν Σαρδιηνῶν κατὰ τὸ ψήφι-
σμα· Πότας Πάπεω, Ἀρτίμης Παγτύω̣,
40 Ἄττις Παγτύω, ὁ ἱέρεως τοῦ Διονύ̣-
σο.  vacat
Search Help
Contact Us