Honorary decree of boule and demos of Byzantion for foreign judge from Miletos; IIm: *Milet I 3, 153; **Wilhelm, MDAI(A) 39, 1914, 187 (l. 1).  
[ ] Milet I 3, 153
1 ἐπὶ ἱερομνάμονος Ἑστιαίου· Λατοίου· ἐγ
κ̣υρίαι ὑπὲρ στεφάνου δικαστᾶι.  ἔδοξε
τᾶι βουλᾶι καὶ τῶι δάμωι, τοὶ στραταγοὶ εἶ-
παν· ἐπειδὴ τοῦ δάμου ψάφισμα ἀποστείλαν-
5 τος καὶ πρεσβευτὰν παρὰ Μιλατίους φίλους ἐόν-
τας καὶ εὔνους ἐκ παλαιῶν χρόνων καὶ φιλανθρώ-
πων πολλῶν ὑπαρχόντων ταῖς πόλεσι ποθ’ ἑαυ-
τὰς μεταπεμπομένου παρ’ αὐτῶν δικαστὰν τὸν δι-
εξαξοῦντα τάς τε δαμοσίας δίκας καὶ τὰς ἰδ[ι]-
10 ωτικὰς καὶ μετ’ αὐτοῦ γραμματῆ, ἐξαπέστει-
λαν Μιλάτιοι δικα<στὰ>ν Ἀπολλωνίδαν Μέμνονος
ἄνδρα καλὸν καὶ ἀγαθὸν καὶ ἄξιον ἀμφοτερᾶν
τᾶν πόλεων, ὃς παραγενόμενος τὰς μὲν συν̣-
έλυσε τᾶν δικᾶν ἴσως καὶ δικαίως, τὰς δ’ ἐδίκασ̣-
15 σε τ̣οῖς νόμοις ἀκολούθως καὶ τοῖς ψαφίσμα-
σιν πᾶσαν σπουδὰν καὶ ἐπιμέλειαν ποτενεγκάμ-
ενος, καὶ γραμματῆ Καύνιον Ἀριστοκλείο<υ>ς, ὃς ἀνεσ<τ>ρ̣ά̣-
φη κατὰν ἐπιδαμίαν εὐτ̣άκ̣τως καὶ σωφρόνως, δεδό̣-
χθαι τῶι δάμωι· ἐπαινέσαι ἐπὶ τούτοις τόν τε δᾶ-
20 μον τὸν Μιλατίων καὶ στεφανῶσαι στεφάνωι χρυ-
σείωι καὶ τὸν ἀποσταλέντα δικαστὰν ὑπ’ αὐτῶν
Ἀπολλωνίδαν Μέμνονος ἐπαινέσαι καὶ στεφανῶ-
σαι στεφάνωι χρυσέωι, τόν θ’ ἱερομνάμονα ποιήσα-
σθαι τὰν ἀναγγελίαν τῶν στεφάνων ἐν τῶ[ι]
25 ἀγῶνι τῶν Διονυσίων· δεδόσθαι δὲ Ἀπολλω-
νίδαι Μέμνονος καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ
π̣ολέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσπον-
δεὶ καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶ-
μον πράτωι μετὰ τὰ ἱερά.  εἶμεν δὲ κ[αὶ π]ο̣[λίταν]
30 αὐτόν τε καὶ τοὺς ἐκγόνους αὐτοῦ καὶ ἐξεῖμεν
αὐτοῖς ποτιγράψασθαι ποτὶ τᾶν ἑκατοστύω-
ν ἇι κε θέλωντι.  ἐπαινέσαι δὲ καὶ τὸν γραμματῆ
[Κ]αύνιον Ἀριστοκλείους καὶ εἶμεν αὐτὸν πρόξε-
ν̣ον τᾶς πόλιος καὶ δεδόσθαι αὐτῶι εἴσπλουν
35 κ̣αὶ ἔκπλουν καὶ πολέμου καὶ εἰράνας ἀσυλεὶ καὶ ἀσ-
πονδεὶ καὶ ἔφοδον ἐπὶ τὰν βουλὰν καὶ τὸν δᾶμον̣
πράτωι μετὰ τὰ ἱε̣ρά.  τοὺς δὲ πεντεκαίδεκα
καὶ τοὺς συναγόρους καὶ τὸν γραμματέα τᾶς
βουλᾶς ἀναγράψαντας τὸ ψ̣ά̣φ̣ισμα εἰς τε<λ>α-
40 μῶνα ἀναθέμεν εἰς τὸ βουλεῖον.  ἑλέσθαι δὲ τὰν
ἐκκλησίαν καὶ πρεσβευτὰν ἐ<ξ> ἁ̣πάντων Βυζαν-
τίων, τὸν δὲ αἱρεθέντα ἀποδαμήσαντα παρὰ Μ̣[ι]-
λατίους καὶ ἀποδόντα τὸ ψάφισμα καὶ ἐπαινέ-
σαντα αὐτοὺς ἐπὶ τᾶι σπουδᾶι, ἃν ἐποιή-
45 σαντο περὶ τὰν αἵρεσιν τὰν τοῦ δικαστᾶ, παρακα-
λεῖν, ὅπως συντελῶντι τὰν τ<ῶ>ν στεφάνων ἀνα-
γόρευσιν καὶ παρ’ ἑαυτοῖς καὶ ἀναγράψαντες τόδ[ε]
τὸ ψάφισμα εἰς τελαμῶνα ἀναθῶντι ἐν τῶι ἐπι-
[φ]ανεστάτωι τόπωι.
Search Help
Contact Us