Honorary decree of Eresos for foreign judges from Miletos judging dispute between Eresos and Methymna; II1: *Milet I 3, 152C; **Robert, REG 38, 1925, 29-43 (ll. 70, 79); SEG 4, 428; **IG XII Supp. 139C (l. 81) (see 25).  
[ ] Milet I 3, 152C
58 Μανδρόδικος Ἀρχεσστράτω εἶπεν· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ τῶν ἀρχό[ν]-
των οἰ παρέοντες προτίθεισι καὶ ἔπηλθον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ πρὸς̣
60 Μ̣αθυμναίοις κατά <τ>ε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, ἐφ’ αἳς μετεπεμψάμεθα̣
τ̣οὶς ἐγ Μιλήτω δικάσταις, οἲ καὶ παραγέγοναν εἰς τὰμ πόλιν ἄμμων κατὰ τὸ κά̣-
θηκον, ὄπως κε οὖν περὶ ξενίσμω αὔτων καὶ ἐξαποστόλας βολλεύσαιτο ὀ δ[ᾶ]-
μ̣ος καὶ ἴνα τιμήθη καὶ στεφανώθη ὄ τε δᾶμος ὀ Μιλασίων καὶ ο<ἰ> ἐξαποστάλεντες ὐ-
π̣’ αὔτων δίκασται, ἀποκαταστάθηεν δὲ καὶ εἰς τὰν ἰδίαν ὐπὸ τῶ ἀγώγεος Πρωτία̣
65 τ̣ῶ Κλεισιππίδα καὶ δοθείη τὸ εἰς τὸ̣ πορεῖον, καὶ περὶ πόρω, πόρος δ’ εἴη, ὄγ κε ὀ δᾶ̣-
μος αἰνήση· δέδοχθαι τῶ δάμωι· ἐπειδὴ μεταπεμψαμένω δικάσταις τῶ δά-
μω ἐγ Μιλάτω ἐπὶ ταὶς δίκαις ταὶς πρὸς Μαθυμναίοις ταὶς καττὰν συνθήκαν καὶ ἐπισυνθή̣-
καν, Μ<ι>λάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν πρόνοιαν κα[ὶ]
σπούδαν ποιησάμενοι ἐξαπέστελλαν δικάσταις ἄνδρας κάλοις κἀγάθοις Ἀξ[ί]-
70 ο̣χον Μόλπω, Ἀντίγονον Δημητρίω, οἰ καὶ παραγενόμενοι εἰς Μέσσον ταῖς μὲν ἐδ̣[ί]-
κασσαν τᾶν δίκαν ὄρθως καὶ δικαίως κατά τε τὰν συνθήκαν καὶ ἐπισυνθήκαν, τί-
νας δὲ καὶ συνέλυσαν καὶ τὰν λοίπαν ἀναστρόφαν ἐποιήσαντο δικάζοντές
τε καὶ μετὰ τὸ ἀφέθην εὐκόσμως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τᾶς ἐαύτων
π̣άτριδος, παραγενόμενοι δὲ καὶ εἰς τὰμ πόλιν ἄμμων ἐποιήσαντο τὰν παρεπι-
75 δαμίαν, ὠς κάθηκον ἦν, μετὰ παίσας εὐκοσμίας· ἐφ’ οἷς ἐπαίνησαι μὲν τὸν δᾶμον τὸμ
Μ̣ιλασίων καὶ στεφάνωσθαι ἀν’ ἔκαστον ἐνίαυτον ἐπί τε τοῖς Διονυσίοισι τῶ ἀγῶνι τῶν
τ̣ραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀ-
ν̣αγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸμ Μιλασίων ἀ̣ποστέλ-
λ̣αντα δικάσταις εἰς Μέσσον ἐπὶ ταὶς δίκαις ταὶς πρὸς Μαθυμναίοις ἄνδρας κάλοις κἀγά-
80 θοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον στεφάνω χρυσίωι τῶι ἐννόμω. ἐπαίνησαι δὲ
κ̣αὶ τοὶς δικάσταις Ἀξίοχον Μόλλπω, Ἀντίγονον Δημητρίω καὶ στεφάνωσθαι αὔτοις ἀν’ ἔ-
κ̣αστον ἐν<ίαυτον ἔν> τε τοῖς Διονυσίοις τῶι ἄγωνι τῶν τραγώιδων καὶ ἐν τοῖς Πτολεμαέοισι καὶ Ἠρα-
κ̣λέοισι τοῖς ἀγώνεσσι τοῖς γυμνίκοισι ἀναγγέλλοντος τῶ κάρυκος, ὄττι ὀ δᾶμος στεφά-
[ν]οι τοὶς ἐγ Μιλάτω δικάσταις Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω δικάσσαντας ταὶς δί-
85 κ̣αις ὄρθως καὶ δικαίως κατὰ τὰ συγκείμενα πρὸς Μαθυμ<ν>αίοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς
εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμω· κάλησθαι δ’ αὔτοις καὶ εἰς προεδρίαν ἐν τοῖς ἀγώ̣-
ν̣εσσι πάντεσσι, οἶς ἀ πόλις συντέλει, ἐπεί κε καὶ τοὶς ἄλλοις εὐεργέταις τοὶς τᾶς πόλιος
κ̣αλέωμεν· τᾶς δὲ ἀναγγελίας τῶν στεφάνων ἐπιμέλεισθαι ἐμ μὲν τοῖς Διονυσίοισι τὸγ χο-
[ρ]οστάταν, ἐν δὲ τοῖς Πτολεμαέοισι καὶ Ἠρακλέοισι τὸν γυμνασίαρχον.  ἔμμεναι δὲ αὔτοις
90 καὶ πολίταις τᾶς ἄμμας πόλιος καὶ προξένοις καὶ <τοὶς> ἐκγόνοις αὔτων καὶ δέδοσθαι αὔτοις [ἔ]-
φοδον ἐπί τε βόλλαν καὶ δᾶμον μετὰ τὰ ἴερα πρώτοισι καὶ εἴσπλουν καὶ ἔκπλουν̣
κ̣αὶ ἐμ πολέμωι καὶ ἐν εἰράναι {ἀσύλει} ἀσύλι καὶ ἀσπόνδι καὶ δίκαις προ{σ}δίκοις {²⁶προδίκοις}²⁶· τοὶς δὲ̣
ἐ̣ξετάσταις ἀνάγραψαι τὰ ὀνόματα αὔτων πάτροθεν καὶ τᾶς πόλιος εἰς στάλαν ὄ-
ποι καὶ οἰ ἄλλοι πρόξενοι καὶ εὐέργεται τᾶς πόλιος ἀναγέγραπται· ὀ δὲ δικ̣αστάγωγος
95 <Π>ρωτίας ἀποκαταστασάτω αὔτοις εἰς τὰν ἰδίαν καὶ ἀνάδοις τὸ ψάφισμα καὶ ἐ-
πέλθων {ἐπέλθων} ἐπ’ ἐκλησίαν παρακαλήτω Μιλασίοις ἔοντας ἄμμι συγγένεας καὶ φί-
λ̣οις καὶ εὐνόοις ἀποδέξασθαί τε τὰ τίμια μετὰ παίσας εὐνοίας καὶ τὰν ἀ̣ν̣-
αγγελίαν τῶν
στεφάνων ποίησθαι καὶ παρ’ ἐαύτοις κατ’ ἔκαστον ἐνίαυτον ἐν τοῖς Διονυσίοισι, καὶ ἴνα ἀνά-
100 γραφεν τὸ ψάφισμα εἰς στάλαν λεύκω λίθω ἀνατέθη εἰς τὸν ἐπιφανέστατον τόπον τᾶς̣
πόλιος.  ὀ δὲ πρύτανις καὶ οἰ βασίλεες καλεσσάτωσαν τοὶς δικάσταις καὶ τὸν δικαστάγω-
γ̣ον εἰς τὸ προτανήιον ἐπὶ τὰν κοίναν ἐστίαν τᾶς πόλιος, τὸ δ’ εἰς τὰν κλῆσιν δότω ὀ
τ̣αμίας κατὰ τὰν κατάταξιν, δότω δὲ ὀ ταμίας καὶ εἰς ἀποστόλαν ἐκατέρω τῶν δικάσ-
ταν Ἀλεξανδρήαις δράχμαις πεντήκοντα καὶ ξένια ὄσα τοῖς προξένοισι τὰ ἐν νό-
μωι διακείμενα.  δότω δὲ καὶ τῶ ἀποκαταστάσοντι τοὶς δικάσταις εἰς πορεῖον Ἀ-
105 [λ]εξανδρήαις δράχμαις τριάκοντα τρεῖς δύ’ ὀβόλοις ἀπὸ τῶ ἔοντος ἀργυρίω̣ καὶ
[κα]θόδια κατὰ τὰν κατάτα̣[ξιν κ]ατότι ὀ δᾶμος ἐχειροτόνησε.
Search Help
Contact Us