Honorary decree of Methymna for foreign judges from Miletos judging dispute between Methymna and Eresos; II1: *Milet I 3, 152A-B; SEG 4, 428; **IG XII Supp. 139A-B (ll. B23, 34) (see 26).  
[ ] Milet I 3, 152A-B
A.1 Ἐ̣ρμίας Ἀρχίου εἶπεν· περὶ ὦν ἀ βόλλα προεβούλευσε καὶ οἰ στρά-
τ̣αγοι προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέον-
τ̣ες ἔπηλθον· ἐπειδὴ παραγέγοναν εἰς τὰν πόλιν οἰ μεταπέμ̣-
φθεντες ἐκ Μιλήτω δίκασται ἐπὶ ταὶς δίκαις ταὶς κα<τ>τὰν ἐπισυν̣-
5 θήκαν τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, Ἀξίοχος Μόλπω, Ἀντίγο̣-
νος Δημητρίω, ἀνάγκαιον δέ ἐστιν καὶ σύμφερον περί τε τῶν κατ-
τὰν ἐνδαμίαν αὔτων προνοήθην καὶ περὶ ἐξαποστόλας καὶ πορη̣[ί]-
ω καὶ τῶ συναποκατασστάσοντος αὔτοις, ὄπως κε οὖν περὶ τού-
των βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, δέδοχθαι τῶ δάμω·
10 τοῖς μὲν στρατάγοις καὶ τοὶς ἐξετάσταις καὶ τὸν ἀντιγράφεα
προνοήθην περὶ τῶν καττὰν ἐνδαμίαν αὔτων.  τοὶ<ς> δὲ ἐπὶ τῶ χει-
ρίσμω ταμίαις δόμεναι τοῖς δικάσταις εἴς τε τὰν ἐξαποστόλαν
καὶ τὸ πορήιον, ὄπως ἀνακομίσθωσι ἀσφάλως, δράχμαις  Ἀλε̣-
ξανδρείαις ἔκατον, δεῖξαι δὲ ἐν τᾶ ἐκκλησία ἤδη καὶ τὸν συναπο-
15 καταστάσοντα αὔτοις· ὀ δὲ πρύτανις καὶ ὀ βασίλευς καλεσσάτω̣-
σαν τοίς τε δικάσταις καὶ τὸν ἀγώγεα εἰς τὸ πρυτανήϊον ἐπὶ τὰν κο<ί>-
ναν ἐστίαν τᾶς πόλιος.  ὀ συναποκατα<στά>σων ἐδείχθη Ἐρμίας Ἀρχία.
B.18 Ἐρμίας Ἀρχία εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλευσε καὶ οἰ στράταγοι
προτίθεισι καὶ τῶν τιμώχων καὶ πρεσβυτέρων οἰ παρέοντες ἔπηλ-
20 θον· ἐπειδὴ διαδεδίκασται αἰ δίκαι αἰ καττὰν ἐπισυνθήκαν
τὰν πρὸς Ἐρεσίοις καὶ συνθήκαν, ἐφ’ αἳς μετεπεμψάμεθα τὸ δικασ-
τήριον ἔκ τε Μιλήτω καὶ Σάμω καὶ Αἴγαν, ἀνάγκαιον δέ ἐστι καὶ σύμ̣-
φερον τὰν πα<ῖ>σαν τῶν δικάσταν προσενενηνεγμένων σπούδα[ν]
τε καὶ φιλοτιμίαν εἰς τὰ ἐνεστάκοντα παρ’ ἐκατέρων ἐγκλήματα κα[ὶ]
25 συναλλάγματα διεξάχθην ὄρθως καὶ δικαίως καὶ τὸν δᾶμον πε-
ρὶ αὔτων τὰν καθήκοισαν ποιήσασθαι σπούδαν, ὄππως κε οὖν περὶ τί-
μαν τῶ τε δάμω τῶ Μιλασίων καὶ τῶν ἐξαποσταλέντων δικάσ̣-
ταν βολλεύσαιτο ἀ βόλλα καὶ ὀ δᾶμος, ἀγάθα τύχα, δέδοχθαι τῶ̣
δάμω· ἐπειδὴ μεταπεμπομένων ἀμμέων καὶ Ἐρεσίων δικαστήριον̣,
30 Μιλάσιοι ἔοντες ἄμμι συγγένεες καὶ φίλοι καὶ εὔνοοι τὰν παῖσαν ἐπιμέλειαν
καὶ σπούδαν ποιησάμενοι ἀπέστελλαν ἄνδρας κάλοις καὶ ἀγάθοις Ἀξίοχον
Μόλπω, Ἀντίγονον Δημητρίω, οἲ καὶ παραγενόμενοι ταίς τε δίκαις ἐδίκασσαν̣
ὄρθως καὶ δικαίως καὶ καττὰ συγκείμενα τοῖς δάμοις καὶ τὰν ἀναστρόφαν̣
[ἐ]ποιήσαντον καὶ καθ’ ὃγ καῖρον ἐδίκαζον καὶ μετὰ τὸ ἀφέθην κάλως καὶ εὐκό[σ]-
35 μως καὶ ἀξίως τᾶς τε ἄμμας πόλιος καὶ τῶ ἐξαποστέλλαντος αὔτοις δάμ[ω,]
ἐπὶ δὴ τούτοις ἐπαίνησθαι μὲν τὸν δᾶμον τὸμ Μιλασίων καὶ στεφάνωσ̣-
θαι αὖτον καθ’ ἕκαστον ἐνίαυτον τῶ μῆνος τῶ Ἀπολλωνίω τᾶ νε{ν}αμέρα {²⁶νεαμέρα}²⁶, ἐπε̣[ὶ]
κε ὀ δᾶμος συντέλη τάν τε πανάγυριν καὶ ταὶς θυσίαις ἀναγγέλλοντος τῶ κά̣-
[ρ]υκος, ὄτι ὀ δᾶμος στεφάνοι τὸν δᾶμον τὸν Μιλασίων ἀποστέλλοντα δ̣[ι]-
40 [κ]άσταις ἄνδρας κάλοις καὶ ἀγάθοις ἀρέτας ἔνεκα καὶ εὐνοίας τᾶς εἰς αὖτον̣
στεφάνωι χρυσίωι τῶι ἐννόμω.  ἐπαίνησθαι δὲ καὶ τοὶς δικάσταις καὶ στεφ[ά]-
νωσθαι αὔτοις ἐν τᾶι αὔται ἀμέρα διὰ βίω τῶ{ι} ἐαύτων ἀναγγέλλοντος τῶ κά̣-
[ρ]υκος, ὄττι ὀ δᾶμος στεφάνοι Ἀξίοχον Μόλπω, Ἀντίγονον Δημητρίω Μιλασ[ί]-
οις δικάσσαντας ταὶς δίκαις ταὶς καττὰ συγκείμενα πρὸς Ἐρεσίοις ὄρθως καὶ̣
45 δ̣ικαίως καὶ ἀκολούθως τοῖς ἐγγράφοις ἀρέτας ἔνεκα καὶ εὐνοίας καὶ δικαιο̣-
σύνας τᾶς εἰς αὖτον στεφάνω χρυσίω τῶι ἐννόμωι.  τᾶς δὲ ἀναγγελίας τῶ̣ν̣
σ̣τεφάνων ἐπιμέλειαν ποιήσασθαι τοὶς στρατάγ̣οις αἴει τοὶς ἐ̣νεστάκον-
τ̣ας· δέδοσθαι δὲ αὔτοις καὶ ἐκγόνοις πολιτείαν παρ’ ἄμμιν μετεχόντεσσ̣[ι]
π̣άντων ὦγ καὶ οἰ ἄλλοι πολῖται μετέχοισι.  ὄππω[ς] δὲ καὶ Μιλάσιοι παρακο̣-
50 λ̣ούθωσι τᾶ τῶ δάμω εὐχαριστίαι, δεῖξαι πρεσβεύτ̣αν ἐν τᾶι ἐκκλησίαι ἤδ̣[η,]
ὄστις παραγενόμενος πρὸς Μιλασίοις παρακαλέσει αὔτοις ἔοντας ἄμ̣μ̣[ι]
σ̣υγγένεας καὶ φίλοις καὶ εὐνοίοις προσδέξασθαί τε τὰ ἐψαφίσμενα με̣-
τ̣’ εὐνοίας καὶ πα<ρ>’ ἐαύτοις ποιήσασθαι τὰν ἀναγγελίαν τῶν στεφάνων̣ [ἐπὶ]
τοῖς Διονυσίοις τῶ ἄγωνι τῶ σκανίκω, ἀναγράψαντα̣ς δὲ καὶ τὸ ψάφισμα τ[οῦ]-
55 το εἰς στάλαν λεύκω λίθω ἀναθέμεναι ἐν τόπω ὠς ἐπιφανεστάτω, καὶ ἐμφα[νί]-
σ̣ει αὔτοις, ὄττι ταῦτα ποιήσαντες χαρίηνται τῶι δάμω̣ι.  πρεσβεύτας [ἐ]-
δείχθη  Ἐρμίας Ἀρχία.
Search Help
Contact Us