Honorary decree of Ionians for Hippostratos of Miletos, with decrees of demos and boule of Miletos on setting up statue of Hippostratos; 289/8 BC; copy with some variations found at Smyrna: Fredrich, MDAI(A) 25, 1900, pp. 100-106 (PH); *Milet I 2, 10; Syll3 368; ISmyrna 577.  
[ ] Milet I 2, 10
1 ἔδοξε Ἰώνων τῶι κοινῶι· ἐπειδὴ Ἱππόστρατος Ἱππο-
δήμου Μιλήσιος φίλος ὢν τοῦ βασιλέως Λυσι-
μάχου καὶ στρατηγὸς ἐπὶ τῶν πόλεων τῶν Ἰώνων
κατασταθεὶς οἰκείως καὶ φιλανθρώπως καὶ ἰδίαι ἑ-
5 κάστηι τῶμ πόλεων καὶ κοινῆι Ἴωσι χρώμενος δια-
τελεῖ, ἀγαθῆι τύχηι, δεδόχθαι τῶι κοινῶι τῶι Ἰώ-
νων, ἐπαινέσαι Ἱππόστρατον Ἱπποδήμου ἀρε-
τῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχων διατελεῖ πρὸς
τὸ κοινὸν τὸ Ἰώνων, καὶ εἶναι αὐτὸν ἀτελῆ πάντων ἐν <ταῖς>
10 πόλεσι ταῖς Ἰώνων· τὰ αὐτὰ δὲ ὑπάρχειν Ἱπποστρά-
τωι αὐτῶι καὶ ἐκγόνοις· στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα
χαλκῆν ἐφ’ ἵππου ἐμ Πανιωνίωι· ἑλέσθαι δὲ πόλεις
δύο ἤδη αἵτινες ἐπιμελήσονται, ὅπως ἂν ἡ εἰκὼν
ἡ Ἱπποστράτου σταθῆι κατὰ τάχος, ἵνα καὶ οἱ λοιποὶ
15 πάντες εἰδῶσιν ὅτι Ἴωνες τοὺς καλοὺς καὶ ἀγα-
θοὺς ἄνδρας καὶ χρείαμ παρεχομένους ταῖς πόλε-
σι τιμῶσι δωρεαῖς ταῖς προσηκούσαις· ἀπενεγκεῖν δὲ
ἑκάστους τῶμ βουλευτῶν τὰ ἐγνωσμένα Ἴωσιν
εἰς τὰς ἰδίας πόλεις, ὅπως ὑπάρχηι ἐν τοῖς δημοσίοις
20 ἀναγεγραμμένα τὰ ἐγνωσμένα ὑπὸ Ἰώνων·
τὸ δὲ δόγμα τόδε ἀναγράψαι εἰς τὸ βάθρον τῆς εἰ-
κόνος τῆς Ἱπποστράτου ἐμ Πανιωνίωι καὶ ἑκάσ-
την τῶν πόλεων παρὰ αὑτῆι εἰς στήλην λιθί-
νην.  πόλεις ἡιρέθησαν· Μίλητος, Ἀρσινόεια.
25 ἐπὶ Τελεσίου Πανήμου.
τὸ ψήφισμα τὸ ἐκ Πανιωνίου κυρωθὲν ἔδοξε τῶι
δήμωι ἀναγράψαι εἰς τὸ δημόσιον· ἡιρέθησαν δὲ
καὶ ἐπιστάται τῆς εἰκόνος τῆς Ἱπποστράτου τοῦ
Ἱπποδήμου κατὰ τὸ ψήφισμα τὸ ψηφισθὲν ὑπὸ Ἰώ-
30 νων Ἀρχίδημος Ἀριστοκράτου, Ἀμεινίας Κρατέου.
ἐπὶ Τελεσίου Ληναιῶνος.
ἔδοξε τῆι βουλῆι· Πρωτόμαχος Πυλίου εἶπεν· ὅπως
αἱ τιμαὶ αἱ ψηφισθεῖσαι Ἱπποστράτωι τῶι Ἱπποδήμου
ὑπὸ τοῦ κοινοῦ τοῦ Ἰώνων συντελῶνται κατὰ τά-
35 χος, δεδόχθαι τῆι βουλῆι τοὺς τειχοποιοὺς ἐπι-
μεληθῆναι καὶ ἀπομισθῶσαι τὴν ἐργασίαν τῆς
στήλης καὶ τὴν ἀναγραφὴν τῶν γνωσθέντων,
τὸν δὲ ταμίαν τὸν ταμιεύοντα τὸμ μῆνα τὸν
Ληναιῶνα ὑπηρετεῖν ἐκ τῶν τειχοποϊκῶν.
Search Help
Contact Us