Law concerning cult of Dionysos; 276/5 BC: *6. Mil-Ber. 22-23; **Sokolowski, LSAM no. 48 (ll. 14-5, 23); SEG 15, 679; SEG 16, 712; SEG 17, 499.  
[ ] 6. Mil-Ber. 22-23
See also:
1 [․4․․]․Ν ὅταν δὲ ἡ ἱέρεια ἐπι̣[τελέσ]η̣ι τὰ ἱερὰ ὑπὲρ τῆς πόλ[εω]ς̣
[ὄργια] μὴ ἐξεῖναι ὠμοφάγιον ἐμβαλεῖν μηθενὶ πρότερον
[ἢ ἡ ἱέ]ρεια ὑπὲρ τῆς πόλεως ἐμβάληι.  μὴ ἐξεῖναι δὲ μηδὲ
[συν]α̣γαγεῖν τὸν θίασον μηθενὶ πρότερον τοῦ δημοσίου·
5 [ἐὰ]ν δέ τις ἀνὴρ ἢ γυνὴ βούληται θύειν τῶι Διονύσωι,
[πρ]οϊεράσθω ὁπότερον ἂν βούληται ὁ θύων καὶ λαμβανέτω
[τὰ] γέρη ὁ προϊερώμενος· τὴν δὲ τιμὴν καταβάλλειν ἐν ἔτεσιν
[δέ]κα, δέκατομ μέρος ἔτους ἑκάστου, τὴμ μὲν πρώτην κατα-
[βάλλειν] ἐμ μηνὶ Ἀπατουριῶνι τῶι ἐπὶ τοῦ θεοῦ τοῦ μετὰ
10 [Πο]σ̣είδιππον τῆι τετράδι ἱσταμένου, τὰς δὲ λοιπὰς ἐν τοῖς
[ἐπο]μ̣ένοις ἔτεσιν μηνὸς Ἀρτεμισιῶνος τετράδι ἱσταμένου.
[—]
[․․5․․] δὲ τὴν ἱέρειαν γυναῖκας διδόναι Δ ΙΙΗΙΝΛ[—]
[․․․․11․․․․․ τ]ὰ̣ δ̣ὲ̣ τ̣έ̣λ̣ε̣στρα {καὶ τελεστ} π̣αρέ̣χ[ειν ταῖς]
15 [γυναιξὶν] ἐν τοῖς ὀργί[οις πᾶ]σιν· ἐὰν δέ τις θύειν βούλ̣[ηται]
[τῶ]ι Διον[σω]ι γυνή, διδότω γέρη τῆι ἱερείαι σπλάγχνα, νεφ[ρόν,]
σκολιόν, ἱερὰμ μοῖραν, γλῶσσαν, σκέλος εἰς κοτυληδόνα [ἐκ]-
[τ]ετμημένον. καὶ ἐάν τις γυνὴ βούληται τελεῖν τῶι Διονύσωι
τῶι Βακχίωι ἐν τῆι πόλει ἢ ἐν τῆι χώραι ἢ ἐν ταῖς νήσοις, [ἀπο]-
20 διδότω τῆι ἱερείαι στατῆρα κατ’ ἑκάστην τριετηρίδα·
τοῖς δὲ Καταγωγίοις κατάγειν τὸν Διόνυσον τοὺς ἱερεῖ̣[ς]
καὶ τὰς ἱερείας τοῦ [Διονύ]σου τοῦ Βακχίου μετὰ τοῦ [ἱερέως]
[κ]αὶ τῆς ἱερείας πρ[ὸ τ][ς] ἡμέρας μέχρι τ[ῆς ἡλίου δύσεως]
[․․6․․․ τ]ῆς πόλεως vc.30
Search Help
Contact Us