Decree of boule and demos forbidding placement of dedicatory inscriptions in temple of Apollo; III: 4. Mil-Ber. 542-543; *Milet 1 3, 32 (PH); Sokolowski, Supp. no. 123; SEG 20, 7; SEG 29, 1136.  
[ ] Milet I 3, 32
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι·  Ἡγησιάναξ εἶπε· πρὸς τὴν ξύλωσιν τῆς στοιῆς τῆς καινῆς τῆς ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος
μὴ ἐξεῖναι πίνακα ἀναθεῖναι μηδὲ ἄλλο μηδέν, ὅπως μὴ βλάπτηται ἡ ξύλωσις, μηδὲ πρὸς τοὺς κίονας· <ἢ>ν δέ τις
βούληται ἀνατιθέναι τι εἰς τὴν στοιὴν τὴν καινήν, ἀνατιθέτω πρὸς τοὺς τοίχους τοὺς ἀλειφομένους ὑποκάτω
τοῦ ἀντιδοκίου τοῦ λιθίνου. ἢν δέ τις ἀναθῆι παρὰ τὸ ψήφισμα, ὀφειλέτω δέκα στατῆρας ἱεροὺς τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us