Document concerning lease; III; found at Urla: Plassart & Picard, BCH 37, 1913, 183-192, no. 17 (PH); Pleket, Epigraphica I no. 46; *IEry 510; **Robert, BE 1974: 479, p. 275 (l. 8).  
[ ] IEry 510
1 [—]․․6․․․ικαι․ισ․․․ι․․6․․․ιοις
[․․․ ὁ μισθωσά]μενος καὶ ἐν εἰρήνηι καὶ ἐμ πολέμω[ι]
[καὶ οὐκ ἀμφισ]βητήσει οὐθέν· ἐὰν δὲ μὴ [ἀπο]διδῶι
[πάσας τὰς ἀπο]φορὰς ἐν τοῖς χρόνοις τοῖς εἰρημένοις,
5 [τὸ διπλάσιον ἀ]ποτείσει, καὶ ἄπεισιν ἐκ τοῦ [χω]ρίου ἔ-
[χων ὅσα ἂν ἡμε]ῖς θέλωμεν· ἐὰν δέ τι ἀμφισζβητῆται,
[τὴν κρίσιν ἐπ]ικρινούμεθ’ ἡμεῖς· ὁ δὲ μισθωσάμε-
[νος πρὸς ὅ] τι ἂν ἐκ κρίσεως γένηται, ἐγγυητὴν
[δὲ παρέξει] ἀρεστὸν τοῖς μισθώσασιν· τὴν δὲ
10 [συνθήκη]ν θήσεται ἐπὶ τὸ ἀρχεῖον· ἐὰν δὲ θέ-
[λωμεν, ἐ]ς στήλην ἐγκόψαντες ἀναθησό-
[μεθα ἐς τ]ὸ ἱερὸν τῆς Ἀθηνᾶς· τὸ δ’ ἀνάλωμα
[δώσει ὁ μισθ]ωσάμενος καὶ τῶι κήρυκι τὸμ μισθό[ν.]
[— ἐμισθώ]σ̣ατο Κλινίας Ἀριστοκρίτου· ἐγγυητὴ[ς]
15 [․․․․10․․․․]ν Τηλεφάνου· ἐμισθώθη δραχμῶν
[․․․․10․․․․]ΔΔ𐅂𐅂𐅂· ἐπὶ προυροῦ Ἑκαταίου
Search Help