Letter of King Antiochos (I or II) to Erythrai, with beginning of honorary decree of [boule and de]mos (of Erythrai) for him; c. 270/260 BC; found at Erythrai: Curtius, Monatsb. d. Berl. Akad. 1875, 554-8; OGIS 223; Welles 15; Habicht, Gottmenschentum 95-9; *IEry 31; SEG 37, 924.  
[ ] IEry 31
1 βασιλεὺς Ἀντίοχος Ἐρυθραίων τῆι βουλῆι καὶ τῶι δήμωι
χαίρειν· Θαρσύνων καὶ Πυθῆς καὶ Βοττᾶς οἱ παρ’ ὑμῶν πρεσ-
βευταὶ τό τε ψήφισμα ἀπέδωκαν ἡμῖν καθ’ ὅ ἐψηφίσασθε
τὰς τιμάς, καὶ τὸν στέφανον ἀνήνεγκαν ὧι ἐστεφανώ-
5 σατε ἡμᾶς, ὁμοίως δὲ καὶ τὸ χρυσίον τὸ εἰς τὰ ξένια, καὶ
αὐτοὶ ἀπολογισάμενοι περί τε τῆς εὐνοίας ἥν διὰ παντὸς
εἰσχήκατε εἰς τὴν ἡμετέραν οἰκίαν, καὶ καθόλου περὶ τῆς εὐχα-
ριστίας τοῦ πλήθους ἧι χρῆται πρὸς ἅπαντας τοὺς εὐερ-
γέτας, ἔτι δὲ καὶ τὴμ προαγωγὴν ἐν ἧι γέγονεν ἡ πόλις ἐπὶ τῶν πρό-
10 τερον βασιλευσάντων, ἠξίουν μετὰ πάσης σπουδῆς τε καὶ
προθυμίας φιλικῶς διακεῖσθαι ὑμῖν καὶ <ὁ>μοῦ πᾶσιν τοῖς ἀνή-
κουσι πρὸς τιμὴν καὶ δόξαν συναύξειν τὰ τῆς πόλεως· τάς
τε δὴ τιμὰς καὶ τὸν στέφανον δεδέγμεθα οἰκείως, ὁμοίως δὲ
καὶ τὰ ξένια, καὶ ὑμᾶς ἐπαινοῦμεν εὐχαρίστους ὄντας ἐμ πᾶ-
15 σιν· φαίνεσθε γὰρ καθόλου ἀγωγῆι ταύτῃ χρῆσθαι· διὸ καὶ ἐν ἀρχῆι
τε αἱρούμενοι διατελοῦμεν τὴμ πρὸς ὑμᾶς εὔνοιαν, θεωροῦν-
τες ἀπλάστως καὶ ἀληθινῶς ἐμ πᾶσι προσφερομένους, καὶ νῦν
πολύ τι μᾶλλον ἐπεσπάσμεθα, κατανοοῦντες τὸ εὐγενὲς
ὑμῶν καὶ ἐξ ἑτέρων μὲν πλεόνων, οὐχ ἥκιστα δὲ ἔκ τε τοῦ ψη-
20 φίσματος τοῦ ἀποδοθέντος ἡμῖν καὶ ἐκ τῶν ῥηθέντων ὑπὸ
τῆς πρεσβείας. καὶ ἐπειδὴ οἱ περὶ Θαρσύνοντα καὶ Πυθῆν και Βοτ-
τᾶν ἀπέφαινον διότι ἐπί τε Ἀλεξάνδρου καὶ Ἀντιγόνου αὐτό-
[ν]ομος ἦν καὶ ἀφορολόγητος ἡ πόλις ὑμῶν, καὶ οἱ ἡμέτεροι πρόγο-
[νοι] ἔσπευδον ἀεί ποτε περὶ αὐτῆς, θεωροῦ<ν>τες τούτους τε κρί-
25 [ναν]τας δικαίως καὶ αὐτοὶ βουλόμενοι μὴ λείπεσθαι ταῖς εὐερ-
[γεσ]ίαις, τήν τε αὐτονομίαν ὑμῖν συνδιατηρήσομεν καὶ ἀφορο-
[λογ]ήτους εἶναι συγχωροῦμεν τῶν τε ἄλλων ἁπάντων καὶ
[τῶν εἰς] τὰ Γαλατικὰ συναγομένων· ὑπάρξει δὲ ὑμῖν καὶ ἡ
[․c.5․ καὶ ἐά]ν τι ἄλλο φιλάνθρωπον ἢ ἡμεῖς ἐπινοήσωμεν ἢ
30 [ὑμεῖς ἀξιώσητ]ε. παρακαλοῦμεν δὲ καὶ ὑμᾶς μνημονεύον-
[τας ἡμῶν ἀεὶ τ]ὴν ἐκτενεστάτην πεῖραν εἰληφότων ασδια
[․․․․c.13․․․․․]ε εὔνοιαν καθάπερ δίκαιόν ἐστι καὶ υ[—]
[․․․․․․c.16․․․․․․]τε καὶ τοῖς προγεγενημένοις ὑμῖν ἀκο-
[λουθ․․․c.11․․․․ ὑφ’ ὧν ε]ὐεργέτησθε μνημονεύσειν ἀξίως·
35 [τὰ δὲ πλείονα περὶ τούτων καὶ] τῶν ἄλλων ὧν συλλελαλή-
[καμεν ἀναγγελοῦσιν ὑμῖν οἱ] πρεσβευταί, οὕς διά τε τὰ ἄλ-
[λα ἃ ἔπραξαν ἐπαινοῦμεν καὶ δ]ιὰ τὴν σπουδὴν ἣν ἐποιοῦν-
[το περὶ τῶν συμφερόντων τῶι δήμωι.] ἔρ<ρ>ωσθε.
[θεοί· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δή]μω[ι·] στρατηγῶν,
40 [πρυτανέων, ἐξεταστῶν γνώμη· ἐπειδὴ β]ασιλεὺς Ἀν-
[τίοχος Βασιλέως —] καὶ ενδο[—]
[—] καὶ πολ[—]
44 [—]πολε[—]
Search Help
Contact Us