Honorary decree of boule of Erythrai for Maussollos [He]kat[omno] of Mylasa and wife Artemisie, stoichedon; 357/5 BC; found at Erythrai: LW 40 (for part); ADAW 1909, 27-9, no. 6; Syll3 168; Tod 155; *IEry 8 (PH); IMylasa II T81.  
[ ] IEry 8
1 ἔδοξεν τῆι βουλ[ῆι, στρατηγῶν]
γνώμη · Μαύσσωλλον [Ἑ]κατ[όμνω]
Μυλασέα ἐπεὶ ἀνὴρ ἀγαθὸς [ἐγέ]-
νετο περὶ τὴν πόλιν τὴν Ἐρυ-
5 θραίων εἶναι εὀεργέτην τῆς
πόλεως καὶ πρόξενον καὶ πολί-
την, καὶ ἔσπλουν καὶ ἔκπλουν
καὶ πολέμο καὶ εἰρήνης ἀσυλε[ὶ]
κα[ὶ] ἀσπονδεί, καὶ ἀτέλειαν κα[ὶ]
10 [π]ροεδρίην· ταο͂τα δὲ εἶναι α<ὀ>-
[τῶ]ι καὶ ἐκγόνοις· στῆσαι δὲ α[ὀ]-
[το͂ κ]αὶ εἰκόνα χαλκῆν ἐν τῆι ἀ<γ>[ο]-
[ρῆ]ι καὶ Ἀρτεμισίης εἰκόνα
[λιθί]νην ἐν τῶι Ἀθηναίωι, καὶ
15 [στεφ]ανῶσαι Μαύσσωλλον μὲν
[ἐκ δαρ]εικῶν πεντήκοντα, Ἀρτε-
ισίην] δὲ ἐκ τριήκοντα δαρε[ι]-
[κῶν· γράψ]αι δὲ ταο͂τα ἐστήλη[ν]
[καὶ στῆσα]ι ἐς τὸ Ἀθήναιον·
20 [—]ι̣ναι[—]
Search Help
Contact Us