Honorary/funerary inscription for Laevia Paulla by demos
and boule (of Ephesos); 1m; found at Ephesos: Gottwald, Mitt. d.
Ver. klass. Philol. in Wien 10, 1933, 121, no. A (PH); *IEph
614B.
[ ]
IEph 614B
| 1 | ὁ δῆμος |
| Μᾶρκον Ἀντώνιον | |
| Ἄλβον | |
| καὶ Λαιουίαν | |
| 5 | Παῦλλαν. |
| ἐπὶ πρυτάνεως Διονυσίου τοῦ Με- | |
| νάνδρου τοῦ Ποσιδωνίου, μη(νὸς) Νεοκαι- | |
| σαρεῶνος ϛʹ ἀ(πιόντος)· ἐπὶ μετήλλαχε τὸν βίον | |
| Λαιβία Λευκίου θυγάτηρ Παῦλα ἡ γυνὴ | |
| 10 | Μάρκου Ἀντωνίου Ἄλβου, ἀνδρὸς διηνε- |
| κῶς ἐνδεικνυμένου τὸ περὶ τὴν πόλιν | |
| σπουδαῖον ἐν τοῖς ἱεροῖς καὶ δημοσίοις | |
| ἀγῶσι, ἡ βουλὴ ἐπαχθῶς ἐνένκασα ἔκρει- | |
| νεν ἐκκομισθῆναι μὲν αὐτὴν ὡς ἂν | |
| 15 | Ἄλβος ὁ ἀνὴρ αὐτῆς βούληται καὶ ἀναγορευ- |
| θῆναι ὑπὸ τοῦ κήρυκος ἐπὶ τῆς ἐκκομιδῆς· | |
| "ἡ βουλὴ καὶ ὁ δῆμος στεφανοῖ Λαιβίαν Λευκί- | |
| ου θυγατέρα Παῦλαν σώφρονα καὶ κόσμιον | |
| ζήσασαν βίον"· ταφῆναί τε αὐτὴν ἐν τοῖς | |
| 20 | ὑπάρχουσιν Ἄλβῳ ὑπὲρ τὴν ἄκραν χωρίοις. |
| δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ φιλο- | |
| σεβάστοις γενέσθαι καθότι προγέγρα- | |
| πται. |