Honorary inscription for [Iulia P]olla, set up by Titus
Flavius Pythion, Asiarch, and family, on base; AD 109/110; found
at Ephesos: Cumont, BAB 1905, 204; Cagnat & Besnier, RA 6, 1905,
476, no. 122; ILS 8819a; FiE III no. 34; *IEph 3034.
[ ]
IEph 3034
| 1 | [Π]ῶλλαν, ἀδελφὴν δὲ |
| [Γ(αΐου) Ἀντίου Αὔλου Ἰουλίου Αὔλου | |
| υἱοῦ Οὐολτινία Κουαδράτου | |
| ὑπάτου βʹ, ἑπτὰ ἀνδρῶν | |
| 5 | ἐπουλώνων, φρᾶτρεμ Ἀρουᾶλε[μ,] |
| πρεσβευτοῦ καὶ ἀντιστρατήγου | |
| Ἀσίας δίς, πρεσβευτοῦ Σεβαστοῦ | |
| ἐπαρχείας Πόντου καὶ Βειθυνίας | |
| Καππαδοκίας Γαλατίας Φρυγίας Λυκ[α]- | |
| 10 | ονίας Παφλαγονίας Ἀρμενίας μεικρ[ᾶς,] |
| ἀνθυπάτου Κρήτης καὶ Κυρήνης, πρε[σ]- | |
| βευτοῦ Αὐτοκράτορος καὶ ἀντιστρατήγου | |
| ἐπαρχείας Λυκίας Παμφυλίας, πρεσβευ- | |
| τοῦ καὶ ἀντιστρατήγου Αὐτοκράτορος | |
| 15 | Νέρουα Τραιανοῦ Καίσαρος Σεβαστοῦ Γερ- |
| μανικοῦ Δακικοῦ ἐπαρχείας Συρίας | |
| Φοινείκης Κομμαγηνῆς Τύρου· | |
| τὴν ἀνάστασιν ποιησαμένου τοῦ | |
| ἀνδριάντος ἐκ τῶν ἰδίων Τι(βερίου) Φλαουίου | |
| 20 | Περιγένους ὑοῦ Κυρείνα Πυθίωνος |
| ἀσιάρχου καὶ Φλαουίας Μύρτου τῆς γυναι- | |
| κὸς αὐτοῦ σὺν καὶ τοῖς τέκνοις Φλαουίοις | |
| Ἀριστοβούλῳ Ἰουλιανῷ Σκάπλᾳ Πυθιάδι. |