Honorary/funerary inscription for Marcus Antonius Albus
by boule and demos (of Ephesos); 1m; found at Ephesos: Gottwald,
Mitt. d. Ver. klass. Philol. in Wien 10, 1933, 121, no. B (PH);
*IEph 614C.
[ ]
IEph 614C
| 1 | ἐπὶ Πρέσβωνος τὸ βʹ, Ἀρτεμεισιῶνος |
| ειʹ· ἔδοξεν τῇ βουλῇ φιλοσεβάστῳ· | |
| περὶ ὧν ἐνεφάνισαν οἱ στρατηγοὶ καὶ | |
| ὁ γραμματεὺς τοῦ δήμου Ἀπολλώνιος | |
| 5 | Μηνογένους φιλοσέβαστος· ἐπ<ε>ὶ με- |
| τήλλαχε τὸν βίον Μᾶρκος Ἀντώνιος | |
| Μάρκου υἱὸς Φαβία Ἄλβος, ἀνὴρ ἐν πολ- | |
| λοῖς τὴν περὶ αὐτὸν πρὸς τὴν πόλιν εὔ- | |
| νοιαν ἐπιδεδειγμένος διά τε συνηγο- | |
| 10 | ριῶν καὶ ἐκδικιῶν, ἃς ὑπὲρ τῶν κοι- |
| νῶν διὰ παντὸς παρέσχετο, ἐφ’ οἷς | |
| ἡ βουλὴ ἐπαχθῶς ἐνένκασα τὴν | |
| μεταλλαγὴν αὐτοῦ ἔκρειναν τὰ | |
| προσήκοντα τῇ ἐκκομιδῇ καὶ κηδήᾳ | |
| 15 | αὐτοῦ· ψηφίσασθαι οὕτως· συνεκκομισ- |
| θῆ<ναι> Ἄλβον̣, ὡς ἂν οἱ προσήκοντες αὐτῷ | |
| προαιρῶνται· στεφανωθῆναι δὲ καὶ ἐπὶ | |
| τῆς ἐκκομιδῆς, ἀνανγελίας γενομέ- | |
| νης ὑπὸ τοῦ κήρυκος· "ἡ βουλὴ καὶ ὁ δῆ- | |
| 20 | μος στεφανοῦσι Μᾶρκον Ἀντώνιον |
| Μάρκου υἱὸν Φαβία Ἄλβον διηνεκῶς | |
| προστάτην γεγονότα τοῦ τε ἱεροῦ τῆς Ἀρτέμιδος | |
| καὶ τῆς πόλεως, βιώσαντα σωφρό- | |
| νως καὶ κοσμίως"· τεθῆναι δὲ αὐτὸν | |
| 25 | ἐν τῇ προεψηφισμένῃ τῆς γυναι- |
| κὸς αὐτοῦ ἐνταφῇ· δεδόχθαι τῇ | |
| βουλῇ φιλοσεβάστῳ γενέσθαι | |
| καθότι προγέγραπται. |