Honorary inscription for Gordian III by polis of Ephesos; AD 244; found at Ephesos: Keil, JÖAI 25, 1929 Beibl. 17-18 (PH); SEG 4, 523; AnnEpig 1930, 78; FiE IV 3 no. 36 (PH); *IEph 4336.  
[ ] IEph 4336
0 [τὸν γῆς καὶ θαλάσσης και παν]-
[τὸς τοῦ ἀν]θρώπων γένους δεσπότην
[καὶ σωτῆρα] Αὐτοκράτορα Καίσαρα Μ(ᾶρκον) Ἀντ(ώνιον)
Γορδιανὸν Σεβ(αστόν), τὸν ἀγαθὸν καὶ εὐσεβῆ βασιλέα,
ἀποκαταστήσαντα καὶ ἐπαυξήσαντα τῷ ἰδίῳ
5 κόσμῳ τὴν ἀρχαίαν τοῦ βίου εἰρήνην,
ἡ πρώτη καὶ μεγίστη μητρόπολις τῆς Ἀσίας καὶ νεωκόρος τῆς
Ἀρτέμιδος καὶ δὶς νεωκόρος τῶν Σεβαστῶν Ἐφεσίων πόλις,
γραμματέυοντων τοῦ δήμου τῶν περὶ Αὐρουνκήϊον Μιθριδάτην,
πατέρα ἱεροκήρυκος, πατρὸς μόνου γραμματέως καὶ θείου καὶ
10 πάππου μόνων γραμματέων, τρὶς ἀρχιερείας ἔκγονον καὶ
ἀδελφιδοῦν ἀσιάρχου,
καὶ Λ(ούκιον) Κορν(ήλιον) Φροντωνιανὸν θεολόγον βούλαρχον πατέρα ἱερο-
κήρυκος καὶ Αὐρ(ήλιον) Ἀρτεμᾶν Μοσχίωνος ὑμνῳδόν, ὑὸν γραμματέως, καὶ
Τ(ίτον) Φάβ(ιον) Δαμᾶν, ὑὸν νεοποιοῦ, νεοποιόν, καὶ Αὐρ(ήλιον) Ἡρακλείδην Λικιννίου
15 νεοποιὸν καὶ στρατηγόν, καὶ Αὐρ(ήλιον) Ἀρτεμᾶν τρὶς φιλοσέβαστον.
Search Help
Contact Us