Death sentence passed against men of Sardis who abused
theoroi from Ephesos, with list of the condemned, stoichedon;
IV2; found at Ephesos: Eichler, AAWW 99, 1962, 50-52; Knibbe,
JÖAI 46, 1961, 175-182; Führer Selçuk 95-97; Wankel, ZPE 24,
1977, 219-221; SEG 27, 733; *IEph 2 (PH) and Add. p. 1;
**Engelmann, EA 8, 1986, 33 (l. 15); BE 1988:400; **SEG 36, 1011
(ll. 31-32).
[ ]
IEph 2 + Add. p. 1
| 1 | οἱ προήγοροι ὑπὲρ τῆς θεοῦ κατε[δι]- |
| κάσαντο θάνατογ κατὰ τὴμ προγρ[α]- | |
| φὴν τῆς δίκης ταύτην· "ὅτι θεωρῶν | |
| ἀποσταλέντων ὑπὸ τῆς πόλεως ἐπ[ὶ] | |
| 5 | χιτῶνας τῆι Ἀρτέμιδι κατὰ τὸν ν[ό]- |
| μον τὸμ πάτριογ, καὶ τῶν ἱερῶγ κα[ὶ] | |
| τῶν θεωρῶν παραγενομένων εἰς Σ[άρ]- | |
| δεις καὶ τὸ ἱερὸν τῆς Ἀρτέμιδος | |
| τὸ ἱδρυμένον ὑπὸ Ἐφεσίων τά τε ἱ[ερὰ] | |
| 10 | ἠσέβησαγ καὶ τοὺς θεωροὺς ὕβρι[σαν·] |
| τίμημα τῆς δίκης θάνατος." | |
| κατεδικάσθη δὲ τῶνδε· | |
| Τυιου τοῦ Μάνεω τοῦ Σαπλαδος· | |
| Στρόμβου τοῦ Μάνεω τοῦ Σαπλαδος· | |
| 15 | Μουσαίου τοῦ Ἡρακλείδεω· Πακτ[ύω] |
| τοῦ Καρουδος τοῦ Ἡρακλείδεω· Π[ακτύω] | |
| τοῦ Καρουδος· Μιλήτου τοῦ Καρ[ουδος·] | |
| Πυ[θ]έου τοῦ Καρουδος· Πακτύω τ[οῦ] | |
| Ἀτι[δ]ος· Σαπλουδος τοῦ Πίλου· | |
| 20 | Ἡρα[κ]λείδεω τοῦ Ἀρτύμεω τοῦ Μάνε[ω] |
| βαλανέως· Ἡρακλείδεω | |
| τοῦ Ἀρτύμεω τοῦ Μάνεω βαλανέω[ς τοῦ] | |
| ἀδελφοῦ Ἴλου· Μάνεω τοῦ Ἀτιδος | |
| τοῦ Ἀριώτεω· Μόξου τοῦ Ἀταδος | |
| 25 | τοῦ πελματοπώλεω· |
| Μόξου τοῦ Ἀταδος | |
| τοῦ πελματοπώλεω τοῦ ἀδελφοῦ· | |
| Μόξου τοῦ Οἰλου τοῦ Σαπλαδος το[ῦ] | |
| ὑποδηματοπώλεω· Μοσχίωνος κα[ὶ] | |
| 30 | Ἑρμολάου ἀδελφῶν. Πίλου τοῦ Κα[ρου]- |
| δος τοῦ βουκόπου· Ἀρτύμεω τοῦ Σ[πέλ]- | |
| μου τοῦ βουκόπου· Στρόμβου τοῦ | |
| Καρουδος τοῦ Κονδαδος· Στρόμβ[ου] | |
| τοῦ Πακτύω τοῦ Μάνεω· Στρόμβου [τοῦ] | |
| 35 | Ἡρακλείδεω τοῦ χρυσοχοῦ· Σαπλα[δος] |
| τοῦ Στρόμβου· Ταμασιδος τοῦ Στρ[όμ]- | |
| βου· Ζακρώρεω τοῦ Καδωδος τοῦ Μά[νεω·] | |
| Στρόμβου τοῦ Μάνεω τοῦ Ἐφέσου· | |
| Ἀρτ[ύ]μεω τοῦ Δάου· Τυιου τοῦ Πυθέ[ου·] | |
| 40 | Ἀρτύμεω τοῦ Μάνεω τοῦ Κοτύλου· |
| Σισίνεω τοῦ Εὐμάνεω τοῦ ἐξ Ἱερῆς | |
| Κώμης· Πυθέου τοῦ Στρόμβου τοῦ [․․․] | |
| στεω· Πακτύω τοῦ Ἀτιδος τοῦ ἱερ[έως·] | |
| Πακτύω τοῦ Μάνεω ἐλαιοπώλεω· [․․5․․] | |
| 45 | τοῦ Καρουδος· Πάπεω τοῦ Εφέσου [τοῦ] |
| Καρουδος· Μιθραδάτεω τοῦ Τυιο[υ τοῦ] | |
| Μάνεω τοῦ Ἀτιδος δούλου· Στρόμ[βου] | |
| τοῦ Καρουδος τοῦ Κοτύλου· Στρόμ[βου] | |
| τοῦ Καρουδος· Πυθέου τοῦ Στρόμβου | |
| 50 | τοῦ Καδωδος τοῦ Βαβαδος· Πακτύω τοῦ |
| Μάνεω Καρός· Μόξου τοῦ Στρόμβου το[ῦ] | |
| Πυθέου· Σπέλμου τοῦ Τυιου τοῦ Βαγα- | |
| τέως τοῦ ἱεροκήρυκος· Ῥατοπάπεω τοῦ | |
| Πάπεω· Καρουδος τοῦ Μάνεω τοῦ Ἀταδος | |
| 55 | ἐξ Ἰβιδος Κώμης· Ἀταδος{ος} τοῦ τὴν θυγα- |
| τέρα ἔχοντος τὴμ Πακτύω τοῦ Ἀτιδος· | |
| Σαματίκεω τοῦ Ποταδος. |