Letter of Cl(audia) Antonia Tatiane to brother Aemilius Aristeides granting burial rights to him and family; AD 204; found at Ephesos: Keil, JÖAI 25, 1929 Beibl. 47-50 (PH); Wenger, ZRG 49, 1929, 328-344; SEG 4, 544; AnnEpig 1930, 81; FIRA III 24C; Pflaum, Carrières II no. 250, 2; *IEph 2121.  
[ ] IEph 2121
1 Αἰμιλίῳ Ἀριστείδῃ τῷ κρατίστῳ Κλ(αυδία) Ἀντωνία Τατιανὴ χαίρειν.  συγχωρῶ σοι, κύριέ μου ἀδελφέ, ἐν ἡρῴῳ τῷ ὄντι μοι ἐν Ἐφέσῳ πρὸ τῆς π[ύλης τῆς Μαγνητικῆς τὴν ἐν δεξιᾷ? σορόν, ἐφ’ ᾧ κη]-
δεῦσαί σε τὴν γυναῖκά σου.  ἐγραψα τὴν ἐπιστολὴν διὰ δούλου μου Διονυσίου, ᾗ καὶ αὐτὴ ὑπέγραψα.  ἐπὶ ὑπάτων Φαβίου Κείλωνος τὸ βʹ καὶ Ἀν[νίου Λίβωνος, ἔχοντός σου ἐξουσίαν ἀντιγράψαι]
ἢ ἀποθέσθαι εἰς ὁποῖα ἂν βουληθῇς ἀρχεῖα καὶ μὴ παρούσης ἐμοῦ.  Κλ(αυδία) Ἀντωνία Τατιανὴ ἔχουσα τέκνον δίκαιον ἐκέλ[ευσα — γενέσθαι — καθότι]
προγέγραπται· καὶ ἔρρωσθαί σε, κύριέ μου, εὔχομαι.  καὶ ἀπετέθη εἰς τὰ ἀρχεῖα πρὸ ιʹ Καλ(ανδῶν) Δεκενβρίων Φαβίῳ Κίλ[ωνι τὸ βʹ Ἀννίῳ Λίβωνι ὑπάτοις.]
Search Help
Contact Us